1

 2

 3

 4

 5

 6

 7

 8

3

οὐκ ἔσται οὕτως ἄγριος, ὡς μηδὲν ἀνθρώπινον παθεῖν, κἂν μυρίοις καὶ ἑαυτὴν καὶ τὸν οἶκον περιβάλλῃ καλλωπισμοῖς ἐκείνη. Τὸ γὰρ καταλαβὸν ἤδη πένθος τὴν οἰκίαν οὐκ ἀφίησι καθαρὰν γενέσθαι τὴν εὐφροσύνην· ἀλλ' ὥσπερ ἐπὶ τῶν τοίχων ὅταν σφόδρα καταφλεγέν τι μέρος τύχῃ, εἶτα ἠρέμα κονιασθὲν τὸ τῆς μελανίας ἐπιτεταμένον καὶ βαθὺ λυμαίνεται τῇ τῆς ἐπιφανείας λευκότητι καὶ ἔστι θέαμα ἀηδές· οὕτω καὶ ἐνταῦθα κἂν πολλὰ ἐπινοήσῃ τὰ λαμπρά, ἐν μέσοις αὐτοῖς διαφαίνεται τὰ σκυ θρωπὰ καί τις ἐν αὐτοῖς μίξις ἀτερπής. Καὶ γὰρ καὶ οἰκέται, καὶ θεράπαιναι καὶ γεωργοὶ καὶ πάροικοι καὶ γείτονες καὶ συγγενεῖς τοῦ προαπελθόντος κατηφοῦσιν ἐπὶ τοῖς γενομένοις καὶ στενάζουσιν. Εἰ δὲ καὶ ὀρφανοὶ τύχωσι καταλειφθέντες, νέοι μὲν ὄντες κομιδῇ, σφοδρὸν τὸ παρὰ τῶν δυναμένων συνιέναι τῶν γινομένων τῇ μητρὶ τὸ μῖσος ἐξαπτοῦσιν· εἰ δὲ ἐνήλικες τύχοιεν ὄντες, πάντων ἐκεῖνοι μᾶλλον ἀηδίαν κατασκεδάζουσιν. Ἅπερ οὖν καὶ οἱ νόμοι συνεωρακότες ἅπαντα, καὶ τοὺς ἐπὶ τούτοις ἀλγοῦντας παραμυθούμενοι, καὶ ὑπὲρ ἑαυτῶν ἀπολογούμενοι, ὅτι οὐ κατὰ γνώμην οὐδὲ προηγουμένως τοῦτον τὸν γάμον ἐπέταξαν, ἀλλὰ δεδοικότες μή τι χεῖρον γένηται κακόν, πάντα τοῦ δευτέρου γάμου τὰ φαιδρὰ παρῃτήσαντο· καὶ οὔτε αὐλός, οὔτε κρότοι, οὔτε ὑμέναιος, οὔτε ὀρχήματα, οὔτε στέφανοι νυμφικοί, οὔτε ἄλλο τι τῶν τοιούτων τὴν ἑσπέραν κοσμοῦσιν ἐκείνην, ἀλλὰ πάντων αὐτὴν ἀποκοσμήσαντες, οὕτως ἀστεφάνωτον ἄγουσι τὸν ἄνδρα πρὸς τὴν χήραν γυναῖκα, μονονουχὶ βοῶντες διὰ τούτων ὅτι πάντα συγγνώμης ἄξια πράττουσιν, ἀλλ' οὐκ ἐπαίνων καὶ κρότων καὶ στεφάνων. Πῶς οὖν ὁ Παῦλος ἐκώλυσε χηρεύειν, φησί, καὶ βουλομένας τὰς νέας, οὑτωσὶ γράφων· «Νεωτέρας δὲ χήρας παραιτοῦ»; Οὐχ ὁ Παῦλος τὰς βουλομένας χηρεύειν ἐκώλυσεν, ἀλλ' ἐκεῖναι καὶ τὸν Παῦλον ἠνάγκασαν μὴ βουλόμενον τοῦτον διατάξασθαι τὸν νόμον αὐταῖς· εἰ γὰρ τὸ Παύλου τὸ θέλημα βούλει μαθεῖν, ἄκουε τί φησι· «Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν», ἐν ἐγκρατείᾳ. Ὥστε οὐκ ἂν ἐμαχέσατο ἑαυτῷ οὐδὲ ἐναντιολογίᾳ τοσαύτῃ περιέπεσεν ὁ μακάριος ἐκεῖνος, οὐδ' ἂν ὁ πάντας ἀνθρώπους βουλόμενος εἶναι ἐν ἐγκρατείᾳ τὰς βουλομένας χηρεύειν ἐκώλυσε. Πῶς οὖν φησι· «Νεωτέρας δὲ χήρας παραιτοῦ»; Ἀλλ' εἰπέ, τίνος ἕνεκεν καὶ διὰ τί; Οὐ γὰρ ἁπλῶς οὕτως εἴρηκεν, ἀλλὰ καὶ τὴν αἰτίαν προστέθεικεν εἰπών· «Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν.» Ὁρᾷς ὅτι οὐ τὰς χηρεύειν βουλομένας, ἀλλὰ τὰς γαμῆσαι προαιρουμένας μετὰ τὸ χηρεῦσαι κωλύει ἐκεῖνος καὶ εἰς τὸν ἅγιον ἐκεῖνον κατατάττεσθαι χορόν; καὶ σφόδρα ποιῶν συνετῶς. Εἰ γὰρ μέλλοις, φησί, δευτέροις γάμοις ὁμιλεῖν, μηδὲ ἐπαγγείλῃ χηρείαν· τοῦ γὰρ μηδ' ὅλως ὑποσχέσθαι τὸ μετὰ τὴν ὑπόσχεσιν ἀγνωμονῆσαι πολλῷ χεῖρόν ἐστιν. Ὥσπερ οὖν τὰς συνεχεῖς συνουσίας ἐπέτρεψεν οὐ νομοθετῶν, ἀλλὰ συγγινώσκων αὐτοῖς· «Τοῦτο γὰρ λέγω, φησί, κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν, διὰ τὴν ἀκρασίαν ὑμῶν.» Οὕτω καὶ ἐνταῦθα δι' ἕτερον μεῖζον κακὸν τὸν δεύτερον γάμον ἐπέταξε, δεικνὺς ὅτι καὶ τοῦτο συγγνώμης ἐστὶ τῇ τῶν πολλῶν ἀσθενείᾳ συγκαταβαινούσης. Ἀσθένειαν δὲ οὐ δυνάμεως, ἀλλὰ προαιρέσεώς φημι. Καθάπερ γὰρ ἡ παρθένος, μετὰ τὴν τῆς παρθενίας ἐπαγγελίαν διαφθαρεῖσα, μοιχείας χεῖρον ἐτόλμησεν, οὕτω καὶ ἡ χήρα ἅπαξ ἐπαγγειλαμένη, εἶτα πατήσασα τὰς πρὸς τὸν Θεὸν συνθήκας, ὑπὸ τὴν αὐτὴν ἁμαρτίαν πεσεῖται καὶ τῆς αὐτῆς ἔσται τιμωρίας ὑπεύθυνος· εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τάχα καὶ πολλῷ μείζονος· οὐ γάρ ἐστιν ἴσον, ὅπερ καὶ ἀρχόμενος εἶπον, τήν τε ἄπειρον καὶ τὴν πεπειραμένην τοῖς αὐτοῖς πάλιν περιπεσεῖν πειρασμοῖς. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ προειπών, καὶ πάλιν λέγων· «Βούλομαι νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν», τὴν αἰτίαν προστίθησι δι' ἣν ταῦτα βούλεται. Τίς δέ ἐστι;