3
μὴ προσεῖχεν ἐκεῖνος, οὐχ ὁ Κύριος αἴτιος· καὶ μάρτυς ἡ πόρνη· αὕτη γὰρ προσέχουσα ἑαυτῇ ἐσώθη. Μὴ τοίνυν ἀπογνῷς σεαυτοῦ, πρὸς τὴν πόρνην ἀπιδών· μηδὲ θαῤῥήσῃς σεαυτῷ, πρὸς τὸν Ἰούδαν ἰδών. Ἀμφότερα γὰρ ταῦτα ὀλέθρια, καὶ τὸ θαῤῥεῖν, καὶ τὸ ἀπογινώσκειν· τὸ μὲν γὰρ θαῤῥεῖν τὸν ἑστηκότα ποιεῖ πεσεῖν, τὸ δὲ ἀπογινώσκειν τὸν κείμενον οὐκ ἀφίησιν ἀναστῆναι. ∆ιὰ τοῦτο ὁ Παῦλος παρῄνει λέγων· Ὁ δοκῶν ἑστάναι, βλεπέτω 49.376 μὴ πέσῃ. Ἔχεις ἀμφοτέρων τὰ παραδείγματα, πῶς ὁ μαθητὴς δοκῶν ἑστάναι, ἔπεσε· καὶ πῶς ἡ πόρνη κειμένη, ἀνέστη. Εὐόλισθον ἡμῶν ἡ γνώμη, εὐπερίτρεπτον ἡ προαίρεσις· διὰ τοῦτο ἑαυτοὺς πανταχόθεν ἀσφαλίζεσθαι καὶ τειχίζεσθαι χρή. Τότε πορευθεὶς εἷς τῶν δώδεκα, Ἰούδας Ἰσκαριώτης. Ὁρᾷς ἀπὸποίου χοροῦ ἐξέπεσεν; ὁρᾷς ποίας διδασκαλίας κατεφρόνησεν; ὁρᾷς ὅσον κακόν ἐστιν ἡ ῥᾳθυμία καὶ ἡ ὀλιγωρία; Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης. Τί μοι λέγεις αὐτοῦ τὴν πόλιν; Εἴθε μὴ τοῦτον ἐγίνωσκον! Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης. Τίνος ἕνεκεν τὴν πόλιν αὐτοῦ λέγεις; Ἦν ἕτερος Ἰούδας μαθητὴς, ζηλωτὴς ἐπικαλούμενος. Ἵν' οὖν διὰ τῆς ὁμωνυμίας μὴ γένηταί τις πλάνη, διεῖλε τοῦτον ἀπ' ἐκείνου, καὶ ἐκεῖνον μὲν ἀπὸ τῆς ἀρετῆς ὠνόμασεν, Ἰούδας ὁ ζηλωτής· τοῦτον δὲ οὐκ ὠνόμασεν ἀπὸ τῆς κακίας· οὐ γὰρ εἶπεν, Ἰούδας ὁ προδότης. Καίτοι ἐχρῆν, ὥσπερ ἐκεῖνον ἀπὸ τῆς ἀρετῆς ἐκάλεσεν, οὕτω καὶ τοῦτον ἀπὸ τῆς κακίας προσαγορεῦσαι, καὶ εἰπεῖν, Ἰούδας ὁ προδότης· ἀλλ' ἵνα σε παιδεύσῃ καθαρὰν ἔχειν κατηγορίας τὴν γλῶτταν, καὶ αὐτοῦ τοῦ προδότου φείδεται. Πορευθεὶς γὰρ, φησὶν, εἷς τῶν δώδεκα, Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν αὐτοῖς· Τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Ὢ τῆς μιαρᾶς ἐκείνης φωνῆς! Καὶ πῶς ἐξεπήδησε τοῦ στόματος; πῶς ἐκίνησε τὴν γλῶσσαν; πῶς οὐκ ἐνάρκησεν ἅπαν τὸ σῶμα; πῶς οὐκ ἐξέστη ἡ διάνοια;
γʹ. Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Ταῦτά σε ἐπαίδευσεν ὁ Χριστὸς, εἰπέ μοι; οὐ διὰ τοῦτο ἔλεγε, Μὴ κτήσασθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, ἄνωθεν προαναστέλλων σου τῆς φιλαργυρίας τὴν ὑπόθεσιν; οὐ ταῦτα παρῄνει διηνεκῶς καὶ μετὰ τούτων ἔλεγεν, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην; Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Ὢ τῆς ἀπονοίας! Ἀντὶ τίνος, εἰπέ μοι; τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχων, παραδίδως τὸν διδάσκαλον; ὅτι σοι παρέδωκε τῶν δαιμόνων τὴν ἐξουσίαν; ὅτι νοσήματα λύειν ἐποίησεν; ὅτι λέπρας καθαίρειν; ὅτι νεκροὺς ἀνιστᾷν; ὅτι τῇ τυραννίδι ἐπέστησε τοῦ θανάτου; ἀντὶ τούτων τῶν εὐεργεσιῶν ταύτας δίδως τὰς ἀμοιβάς; Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω. αὐτόν; Ὢ τῆς ἀπονοίας! μᾶλλον δὲ, ὢ τῆς φιλαργυρίας! πάντα γὰρ ἐκείνη ἔτεκε τὰ κακά· ἐκείνης αὐτὸς ἐπιθυμήσας, προὔδωκε τὸν διδάσκαλον. Τοιοῦτον γάρ ἐστιν ἡ πονηρὰ ῥίζα ἐκείνη, δαίμονος χαλεπώτερον τὰς ἀλούσας ἐκβακχεύει ψυχὰς, καὶ ποιεῖ πάντας ἀγνοεῖν, καὶ ἑαυτὸν καὶ τοὺς πλησίον καὶ τοὺς τῆς φύσεως νόμους, καὶ αὐτῶν ἐκβάλλει τῶν φρενῶν καὶ παραπλῆγας ἐργάζεται. Ὅρα γὰρ πόσα ἐξέβαλεν ἐκ τῆς τοῦ Ἰούδα ψυχῆς· τὴν ὁμιλίαν, τὴν συνήθειαν, τὴν κοινωνίαν τὴν ἐν τραπέζῃ, τὰ θαύματα, τὴν διδασκαλίαν, τὴν παραίνεσιν, τὴν νουθεσίαν· ταῦτα πάντα εἰς λήθην ἐνέβαλεν ἡ φιλαργυρία τότε. ∆ιὰ τοῦτο εἰκότως ὁ Παῦλος ἔλεγεν, ὅτι Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. -Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν. Πολλὴ ἡ ἀπόνοια τοῦ ῥήματος. Παραδίδως, εἰπέ μοι, τὸν πάντα κρατοῦντα, τὸν δαιμόνων ἐξουσιάζοντα, τῇ θαλάττῃ ἐπιτάττοντα, τὸν τῆς φύσεως ἁπάντων ∆εσπότην; Ἵν' οὖν αὐτοῦ καταστείλῃ τὴν ἀπόνοιαν, καὶ δείξῃ ὅτι εἰ μὴ ἐβούλετο, οὐκ ἂν παρεδόθη, ἄκουσον τί ποιεῖ. Κατ' αὐτὸν τὸν καιρὸν τῆς προδοσίας, ὅτε ἐπῆλθον αὐτῷ, ξύλα 49.377 ἔχοντες καὶ λαμπάδας καὶ φῶς, λέγει αὐτοῖς· Τίνα ζητεῖτε; καὶ ἠγνόουν ὃν ἤμελλον συλλαμβάνειν. Τοσοῦτον ἀπεῖχε τοῦ δυνηθῆναι παραδοῦναι αὐτὸν ὁ Ἰούδας, ὅτι οὐδὲ ἑώρα παρόντα, ὃν ἤμελλε παραδώσειν, καὶ ταῦτα λαμπάδων οὐσῶν