1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

7

γέμων, μηδεὶς ἰὸν ἔχων ἐν τῇ διανοίᾳ, ἵνα μὴ εἰς κατάκριμα μεταλαμβάνῃ. Καὶ γὰρ τότε, μετὰ τὸ λαβεῖν τὴν προσφορὰν, ἐπεπήδησε τῷ Ἰούδᾳ ὁ διάβολος, οὐ τοῦ σώματος καταφρονήσας τοῦ ∆εσποτικοῦ, ἀλλὰ διὰ τὴν ἀναισχυντίαν καταφρονῶν τοῦ Ἰούδα, ἵνα μάθῃς, ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν θείων μυστηρίων, τούτοις μάλιστα ἐπιπηδᾷ καὶ ἐπιβαίνει συνεχῶς ὁ διάβολος, ὥσπερ καὶ τῷ Ἰούδᾳ τότε. Αἱ γὰρ τιμαὶ τοὺς μὲν ἀξίους ὠφελοῦσι, τοὺς δὲ παρὰ τὴν ἀξίαν ἀπολαύοντας εἰς μείζονα τιμωρίαν ἐμβάλλουσι. Καὶ ταῦτα, οὐχ ἵνα φοβήσω, λέγω, ἀλλ' ἵνα ἀσφαλίσωμαι. Μηδεὶς τοίνυν ἔστω Ἰούδας, μηδεὶς εἰσιὼν ἰὸν ἐχέτω πονηρίας. Τροφὴ γάρ ἐστι πνευματικὴ ἡ θυσία· καὶ καθάπερ ἡ σωματικὴ τροφὴ, ὅταν εἰς γαστέρα χυμοὺς ἔχουσαν πονηροὺς ἐμπέσῃ, πλέον ἐπιτείνει τὴν ἀῤῥωστίαν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς γαστρός· οὕτω δὴ καὶ 49.381 ἐπὶ τῶν μυστηρίων τῶν πνευματικῶν συμβαίνειν εἴωθε. Καὶ γὰρ καὶ αὐτὰ, ἐπειδὰν εἰς ψυχὴν ἐμπέσῃ πονηρίας γέμουσαν, μᾶλλον αὐτὴν διαφθείρει καὶ ἀπόλλυσιν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς δεξαμένης ψυχῆς. Μηδεὶς τοίνυν ἐχέτω ἔνδον πονηροὺς λογισμοὺς, ἀλλὰ καθάρωμεν τὴν διάνοιαν· καὶ γὰρ καθαρᾷ προσερχόμεθα θυσίᾳ· ἁγίαν ποιήσωμεν τὴν ψυχήν· δυνατὸν γὰρ καὶ ἐν μιᾷ ἡμέρᾳ τοῦτο γενέσθαι. Πῶς καὶ τίνι τρόπῳ; Ἐὰν ἔχῃς τι κατὰ τοῦ ἐχθροῦ, ἔξελε τὴν ὀργὴν, θεράπευσον τὴν πληγὴν, λῦσον τὴν ἔχθραν, ἵνα λάβῃς θεραπείαν ἀπὸ τῆς τραπέζης· θυσίᾳ γὰρ προσέρχῃ φρικτῇ καὶ ἁγίᾳ. Αἰδέσθητι τὴν ὑπόθεσιν αὐτῆς τῆς προσφορᾶς· ἐσφαγμένος πρόκειται ὁ Χριστός. Καὶ τίνος ἕνεκεν ἐσφάγη, καὶ διὰ τί; Ἵνα εἰρηνοποιήσῃ τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, ἵνα καὶ ἀγγέλων φίλον σε ποιήσῃ, ἵνα σε τῷ Θεῷ τῶν ὅλων καταλλάξῃ, ἐχθρὸν ὄντα σε καὶ πολέμιον, ἵνα ποιήσῃ φίλον. Ἐκεῖνος τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ τῶν μισούντων· σὺ δὲ τὸν σύνδουλον μένεις ἐχθραίνων; καὶ πῶς δύνῃ βαδίσαι ἐπὶ τὴν τῆς εἰρήνης τράπεζαν; Κἀκεῖνος μὲν οὐδ' ἀποθανεῖν ὑπὲρ σοῦ παρῃτήσατο· σὺ δὲ ὀργὴν ἀφεῖναι τῷ συνδούλῳ σου διὰ σαυτὸν οὐκ ἀνέχῃ; καὶ ποίας ταῦτα συγγνώμης ἄξια; Ἐπηρέασε, φησὶ, καὶ τὰ μέγιστα ἐπλεονέκτησε. Καὶ τί τοῦτο; Εἰς χρήματα πάντως ἡ ζημία· οὐδέπω γὰρ ἔτρωσε, καθάπερ τὸν Χριστὸν ὁ Ἰούδας· ἀλλ' ὅμως καὶ αὐτὸ τὸ αἷμα, ὅπερ ἐξέχεεν, εἰς σωτηρίαν αὐτοῖς τοῖς ἐκχέασιν ἔδωκε. Τί τούτου ἴσον ἔχεις εἰπεῖν; Ἐὰν μὴ ἀφῇς τῷ ἐχθρῷ, οὐκ ἐκεῖνον ἠδίκησας, ἀλλὰ σαυτόν· ἐκεῖνον μὲν γὰρ πολλάκις εἰς τὸν παρόντα βίον ἔβλαψας· σαυτὸν δὲ ἀσύγγνωστον ἐποίησας πρὸς τὴν ἀπολογίαν εἰς τὴν μέλλουσαν ἡμέραν. Οὐδὲν γὰρ οὕτω μισεῖ ὁ Θεὸς, ὡς μνησίκακον ἄνθρωπον, ὡς οἰδαίνουσαν καρδίαν καὶ φλεγμαίνουσαν ψυχήν. Ἄκουσον γοῦν τί φησιν· Ὅταν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ἄνω παρεστὼς ἐπὶ τῷ θυσιαστηρίῳ, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἐπὶ τοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ 49.382 τότε πρόσφερε τὸ δῶρόν σου. Τί λέγεις, Ἀφήσω, Ναὶ, φησί· διὰ γὰρ τὴν εἰρήνην τὴν εἰς τὸν ἀδελφόν σου καὶ αὕτη ἡ θυσία γέγονεν. Εἰ τοίνυν διὰ τὴν εἰρήνην τὴν εἰς τὸν ἀδελφὸν γέγονεν ἡ θυσία, σὺ δὲ οὐ κατορθοῖς τὴν εἰρήνην, εἰκῆ μετέχεις τῆς θυσίας· ἀνόνητον γάρ σοι τὸ κατόρθωμα γέγονε. Ποίησον τοίνυν ἐκεῖνο πρῶτον, δι' ὅπερ ἡ θυσία προσενήνεκται, καὶ τότε αὐτῆς ἀπολαύσεις καλῶς. ∆ιὰ τοῦτο κατῆλθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα καταλλάξῃ ἡμῶν τὴν φύσιν τῷ ∆εσπότῃ· διὰ τοῦτο οὐκ αὐτὸς μόνον ἦλθεν, ἀλλ' ἵνα καὶ ἡμᾶς τοὺς τὰ τοιαῦτα ποιοῦντας ποιήσῃ τῆς ἑαυτοῦ προσηγορίας κοινωνούς. Μακάριοι γὰρ, φησὶν, οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ὅπερ γὰρ ἐποίησεν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, τοῦτο καὶ σὺ ποίησον κατὰ δύναμιν ἀνθρωπίνην, εἰρήνης γενόμενος πρόξενος καὶ σεαυτῷ καὶ τοῖς ἄλλοις. ∆ιὰ τοῦτό σε καὶ υἱὸν Θεοῦ καλεῖ τὸν εἰρηνοποιόν· διὰ τοῦτο καὶ ἐν τῷ καιρῷ τῆς θυσίας οὐδεμιᾶς ἄλλης ἐμνημόνευσεν ἐντολῆς, ἀλλ' ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς, δεικνὺς, ὅτι πάντων μεῖζόν ἐστι τοῦτο. Ἐβουλόμην παρεκτεῖναι τὸν λόγον, ἀλλ' ἀρκεῖ καὶ τὰ