3
πλῆθος, οὐκ ἄλλο οὐδὲν ἴσχυσεν ὑμᾶς διαστῆσαι τῆς συνουσίας τοῦ μακαρίου ποιμένος· ἀλλ' ἐξεβάλλετο μὲν, ὥστε μακρὰν γενέσθαι τῶν τέκνων, συνέβαινε δὲ τοὐναντίον. Μᾶλλον γὰρ ὑμῖν συνεσφίγγετο τοῖς τῆς ἀγάπης δεσμοῖς· καὶ πᾶσαν τὴν πόλιν μεθ' ἑαυτοῦ λαβὼν εἰς Ἀρμενίαν ἀπῄει. Τὸ μὲν γὰρ σῶμα ἐπὶ τῆς πατρίδος ἵδρυτο· ὁ λογισμὸς δὲ καὶ ὁ νοῦς ὥσπερ ὑπό τινων πτερῶν κουφιζόμενος τῆς τοῦ Πνεύματος χάριτος, καὶ διὰ παντὸς ὑμῖν ἐπιχωριάζων, ἅπαντα τοῦτον τὸν δῆμον ἐν τοῖς ἐκείνου περιέφερε σπλάγχνοις, ὃ δὴ καὶ ὑμεῖς ἐπάσχετε. Καθήμενοι γὰρ ἐνταῦθα καὶ τῇ πόλει περιγραφόμενοι, τῷ πνεύματι τῆς ἀγάπης εἰς Ἀρμενίαν καθ' ἑκάστην ἱπτάμενοι τὴν ἡμέραν, καὶ τὴν ἁγίαν ὄψιν ὁρῶντες, καὶ τῆς ἡδίστης καὶ μακαρίας φωνῆς ἀκούοντες οὕτως ἐπανῄειτε πάλιν. Καὶ διὰ ταύτην συνεχώρησεν ὁ Θεὸς τὴν αἰτίαν εὐθέως αὐτὸν ἀπελαθῆναι τῆς πόλεως, ἵνα καὶ ὑμῶν, ὥσπερ ἔφθην εἰπὼν, τὸ στεῤῥὸν τῆς πίστεως ἐπιδείξῃ τοῖς ὑμᾶς πολεμοῦσιν ἐχθροῖς, κἀκείνου τὸ περὶ τὴν διδασκαλίαν ἔμπειρον. Καὶ δῆλον ἐκεῖθεν. Μετὰ γὰρ τὴν πρώτην δίωξιν ἐπανελθὼν οὐχὶ τριάκοντα ἡμέρας μόνον, ἀλλὰ καὶ μῆνας, καὶ ἐνιαυτὸν, καὶ ἕνα, καὶ δύο, καὶ πλείους ἐνταῦθα διέτριψεν. Ἐπειδὴ γὰρ ἱκανὴν ἐδώκατε τῆς περὶ τὴν πίστιν στεῤῥότητος ἀπόδειξιν, ἔδωκεν ὑμῖν μετὰ ἀδείας ἐντρυφῆσαι τῷ πατρὶ πάλιν. Καὶ γὰρ τρυφὴ ἦν μεγίστη τὸ τῆς ἁγίας ὄψεως ἀπολαύειν ἐκείνης. Οὐ γὰρ δὴ διδάσκων μόνον, οὐδὲ φθεγγόμενος, ἀλλὰ καὶ ὁρώμενος ἁπλῶς, ἱκανὸς ἦν ἅπασαν ἀρετῆς διδασκαλίαν εἰς τὴν τῶν ὁρώντων ψυχὴν εἰσαγαγεῖν. Ὅτε γοῦν πρὸς ὑμᾶς εἰσήλαυνε, καὶ πᾶσα ἡ πόλις πρὸς τὴν ὁδὸν μεθωρμίζετο, οἱ μὲν πλησίον ἤρχοντο, καὶ ποδῶν ἥπτοντο, καὶ χεῖρας κατεφίλουν, καὶ φωνῆς ἤκουον· οἱ δὲ ὑπὸ τοῦ πλήθους κωλυόμενοι καὶ πόῤῥωθεν αὐτὸν ὁρῶντες μόνον, ὥσπερ ἱκανὴν ἀπὸ τῆς ὄψεως δεξάμενοι τὴν εὐλογίαν, καὶ οὐδὲν ἔλαττον τῶν ἐγγὺς γενομένων ἐσχηκότες, οὕτω μετὰ πληροφορίας 50.518 ἁπάσης ἀπῄεσαν· καὶ ὅπερ ἐπὶ τῶν ἀποστόλων ἐγίγνετο, τοῦτο καὶ ἐπὶ τούτου συνέβαινε.
Καθάπερ γὰρ ἐπὶ τῶν ἀποστόλων ὅσοι προσελθεῖν καὶ ἐγγὺς γενέσθαι οὐκ ἴσχυον, τῆς σκιᾶς αὐτῶν ἐκτεινομένης, καὶ τῶν πόῤῥωθεν ἁπτομένης, τὴν αὐτὴν ἐπεσπῶντο χάριν, καὶ ὁμοίως ὑγιαίνοντες ἀπῄεσαν· οὕτω δὴ καὶ νῦν ὅσοι προσελθεῖν οὐκ ἴσχυον, ὥσπερ τινὸς δόξης πνευματικῆς ἀπὸ τῆς ἁγίας ἐκείνης κεφαλῆς ἐκπεμπομένης, καὶ πρὸς τοὺς ποῤῥωτάτω διικνουμένης αἰσθανόμενοι, πάσης εὐλογίας ἀπὸ τῆς θεωρίας μόνης πληρούμενοι πάντες ἀπῄεσαν.
γʹ. Ἐπεὶ δὲ ἔδοξε τῷ κοινῷ τῶν ὅλων Θεῷ καλέσαι λοιπὸν αὐτὸν ἐκ τῆς
παρούσης ζωῆς, καὶ εἰς τὸν τῶν ἀγγέλων κατατάξαι χορόν· οὐδὲ τοῦτο ἁπλῶς ἐγίνετο, ἀλλὰ καλεῖ μὲν αὐτὸν βασιλέως γράμματα, τοῦ Θεοῦ τὸν βασιλέα κινήσαντος· καλεῖ δὲ αὐτὸν οὐκ ἐγγύς που οὐδὲ πλησίον, ἀλλ' εἰς τὴν Θρᾴκην αὐτὴν, ἵνα καὶ Γαλάται, καὶ Βιθυνοὶ, καὶ Κίλικες, καὶ Καππαδόκαι, καὶ οἱ τὴν Θρᾴκην προσοικοῦντες ἅπαντες τὰ ἡμέτερα μάθωσιν ἀγαθά· ἵνα οἱ πανταχοῦ τῆς γῆς ἐπίσκοποι ὥσπερ εἰς ἀρχέτυπον εἰκόνα τὴν ἁγιωσύνην ἰδόντες τὴν ἐκείνου, καὶ παράδειγμα σαφὲς τῆς κατὰ τὴν ἀρχὴν ταύτην διακονίας ἐξ ἐκείνου λαβόντες, κανόνα τινὰ, καθ' ὃν δεῖ τὰς Ἐκκλησίας οἰκονομεῖν καὶ κυβερνᾷν, ἔχωσιν ἀσφαλῇ καὶ σαφέστατον. Καὶ γὰρ διὰ τὸ τῆς πόλεως μέγεθος καὶ διὰ τὴν τοῦ βασιλέως προσεδρίαν πολλοὶ πολλαχόθεν τῆς οἰκουμένης ἐκεῖ συνέῤῥεον τότε· οἱ δὲ τῶν Ἐκκλησιῶν ἐπίσκοποι διὰ τὸ τὰς Ἐκκλησίας ἐκ μακροῦ πολέμου καὶ χειμῶνος ἀνενεγκούσας ἀρχὴν εἰρήνης καὶ γαλήνης λαμβάνειν, βασιλικοῖς ἐκεῖ γράμμασιν ἐκαλοῦντο πάντες. Τότε τοίνυν καὶ οὗτος ἐκεῖ παραγίνεται. Καὶ καθάπερ ἐπὶ τῶν τριῶν παίδων, ἡνίκα ἀνακηρύττεσθαι ἔμελλον, καὶ στεφανοῦσθαι, σβέσαντες τὴν τοῦ πυρὸς δύναμιν, καταπατήσαντες τοῦ τυράννου τὸν τῦφον, ἅπαν ἀσεβείας εἶδος ἐλέγξαντες, ἐκ τῆς οἰκουμένης αὐτοῖς τὸ θέατρον ἐκάθητο πάσης οἱ γὰρ πανταχοῦ