1

 2

 3

 4

 5

 6

3

οἱ σατράπαι βοηθῆσαι μὲν οὐ δυνάμενοι, θεωροὶ δὲ τῆς πληγῆς γενόμενοι μόνον. Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ βασιλεὺς, καὶ ἐξηράνθη· ὅτε ἐγένετο ξηρὰ, τότε καρπὸν ἤνεγκε. Βλέπε μοι τὸ ὑπόδειγμα τὸ ἐπὶ τοῦ ξύλου τοῦ ἐν τῷ παραδείσῳ, καὶ τοῦ ξύλου τοῦ ἐν τῷ σταυρῷ. Ὥσπερ γὰρ τὸ ξύλον ἐκεῖνο χλωρὸν ὂν θάνατον ἔτεκε, τὸ δὲ ξύλον τοῦ σταυροῦ ξηρὸν ὂν ζωὴν ἐγέννησεν· οὕτω καὶ ἐπὶ τῆς χειρὸς τοῦ βασιλέως ἐγένετο, ὅτε χλωρὰ ἦν, τότε ἀσέβειαν ἔτεκεν, ὅτε ξηρὰ ἐγένετο, τότε τὴν ὑπακοὴν προσήγαγεν· ἴδε τοῦ Θεοῦ τὰ παράδοξα πράγματα. Ἀλλ' ὅπερ ἔλεγον, ὅτε αὐτὸς ἐῤῥαπίζετο, οὐδὲν κακὸν τῷ ῥαπίζοντι ἐποίει· ὅτε δὲ ὁ δοῦλος ἔμελλεν ὑβρίζεσθαι, τὸν βασιλέα ἐκόλασε, σὲ παιδεύων τὰ μὲν τοῦ Θεοῦ ἐκδικεῖν, τὰ δὲ οἰκεῖα παρατρέχειν. Ὥσπερ γὰρ τὰ ἐμὰ παρατρέχω, τὰ δὲ σὰ ἐκδικῶ· οὕτω καὶ σὺ τὰ ἐμὰ ἐκδίκει, τὰ δὲ σὰ παράτρεχε. Ἀλλὰ συντείνατέ μοι τὴν ἀκοὴν ἔνθα γὰρ ἀγώνων καιρὸς, ἀκροατῶν χρεία συντεταμένην ἐχόντων τὴν ἀκοὴν, ἵνα εἰδῆτε μετὰ ἀκριβείας πῶς δεσμεύω, πῶς λύω τὰ τῶν ἀντιδίκων ἁμαρτήματα, πῶς παλαίω, πῶς ῥήσσω. Εἰ γὰρ οἱ ἐν τῷ θεάτρῳ καθήμενοι ἐπικύπτουσι δύο παλαιόντων, τὴν ὄψιν αὐτῶν καὶ τὴν ἡλικίαν ἐκτείνοντες, ἵνα ἴδωσι παλαίσματα αἰσχύνης γέμοντα, ἵνα ἴδωσι παλαίσματα, ἃ μιμήσασθαι αἰσχύνη, πολλῷ μᾶλλον ἡμᾶς προσέχειν δεῖ τῇ τῶν θείων Γραφῶν ἀκροάσει. Εἰ γὰρ ἐπαινεῖς τὸν ἀθλητὴν, διὰ τί οὐ γίνῃ ἀθλητής; εἰ δὲ αἰσχύνῃ γενέσθαι ἀθλητὴς, διὰ τί μιμῇ τούτων τὸν ἔπαινον; Ἀλλ' οὐκ ἔστιν ἐνταῦθα τοιαῦτα τὰ παλαίσματα, ἀλλὰ κοινὰ πᾶσι καὶ ὠφέλιμα καὶ τοῖς λέγουσι καὶ τοῖς ἀκούουσι. Παλαίω γὰρ μετὰ τοῦ αἱρετικοῦ, ἵνα καὶ ὑμᾶς ἀθλητὰς ἀπεργάσωμαι, ἵνα μὴ μόνον ψάλλοντες, ἀλλὰ καὶ διαλεγόμενοι τὴν γλῶτταν αὐτῶν ἀποῤῥάπτητε. Τί οὖν φησιν ὁ προφήτης; Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην.

Πρόσχες· μὴ δοκεῖ ἔχειν ἀφορμὴν παλαισμάτων τὸ ῥηθέν; Ὅρα πῶς πλέκω τὸν στέφανον καὶ τῶν ἀγώνων τὴν ὑπόθεσιν. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην. Ἐνταῦθά μοι τὸν αἱρετικὸν κάλει· ἐάν τε παρῇ, ἐάν τε μὴ παρῇ. Ἐάν τε γὰρ παρῇ, παρὰ τῆς ἡμετέρας φωνῆς παιδευέσθω· ἐάν τε μὴ παρῇ, διὰ τῆς ὑμετέρας ἀκροάσεως μανθανέτω. Ἀλλ' ὅπερ εἶπον, οὐκ ἐλαύνω αὐτὸν παρόντα, ἀλλὰ δέχομαι αὐτὸν ἐλαυνόμενον, οὐ παρ' ἡμῶν, ἀλλ' ἀπὸ τοῦ οἰκείου συνειδότος, κατὰ τὸν λέγοντα, Φεύγει ὁ ἀσεβὴς μηδενὸς διώκοντος. Ἡ Ἐκκλησία μήτηρ ἐστὶ τῶν οἰκείων τέκνων, καὶ τούτους δεχομένη, καὶ τοῖς ξένοις τοὺς κόλπους ἐφαπλοῦσα. Κοινὸν θέατρον ἡ κιβωτὸς ἡ τοῦ Νῶε ἦν, ἀλλ' ἡ Ἐκκλησία καὶ ταύτης βελτίων. Ἐκείνη μὲν γὰρ ἐλάμβανεν ἄλογα, καὶ ἐφύλαττεν ἄλογα· αὕτη δὲ λαμβάνει ἄλογα, καὶ μεταβάλλει. Οἷόν τι λέγω· Ἐὰν εἰσέλθῃ ἐνταῦθα ἀλώπηξ αἱρετικὸς, ποιῶ τοῦτον πρόβατον· ἐὰν εἰσέλθῃ λύκος, ποιῶ αὐτὸν ἀρνίον τὸ ἐμὸν μέρος· ἐὰν δὲ μὴ βούληται, οὐδὲν παρ' ἐμὲ, ἀλλὰ παρὰ τὴν 50.703 οἰκείαν ἀγνωμοσύνην· ἐπεὶ καὶ ὁ Χριστὸς δώδεκα εἶχε μαθητὰς, καὶ εἷς προδότης ἐγένετο, ἀλλ' οὐ παρὰ τὸν Χριστὸν, ἀλλὰ παρὰ τὴν διεφθαρμένην γνώμην ἐκείνου· ἐπεὶ καὶ ὁ Ἐλισσαῖος εἶχε μαθητὴν φιλάργυρον, ἀλλ' οὐ παρὰ τὴν ἀσθένειαν τοῦ διδασκάλου, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τοῦ μαθητοῦ. Ἐγὼ καταβάλλω τὰ σπέρματα ἐὰν γῆ λιπαρὰ ᾖς δεχομένη τὰ σπέρματα, καὶ τὸν στάχυν ἀποδίδως· ἐὰν δὲ ᾖς πέτρα ἄγονος, οὐδὲν παρ' ἐμέ· ἐάν τε ἀκούσῃς, ἐάν τε μὴ ἀκούσῃς, οὐ παύσομαί σοι ἐπᾴδων ᾠδὴν πνευματικὴν, καταντλῶν τὰ τραύματα, ἵνα μὴ ἀκούσω κατὰ τὴν ἡμέραν ἐκείνην· Πονηρὲ δοῦλε, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην.

γʹ. Τί λέγεις, αἱρετικέ; περὶ τίνος λέγει ὁ προφήτης, καὶ τίνα καλεῖ Κύριον καὶ

Θεόν; περὶ ἑνὸς γὰρ προσώπου ὁ λόγος. Ἐκεῖνοι γὰρ παραγραφόμενοι τὰς Γραφὰς κατὰ τῆς ἑαυτῶν κεφαλῆς, καὶ ζητοῦντες ἀεὶ λήμματα κατὰ τῆς ἑαυτῶν σωτηρίας,