1

 2

 3

3

μὴ ἐκκλίνῃς. οὐ γὰρ πατάσσει σε, ἵνα ἀποκτείνῃ, ἀλλ' ἵνα ἀπὸ τῆς πλάνης σε ἐπιστρέψῃ. Τὸ ἐκ τῆς Ἰεσσαὶ ῥάβδου βλαστῆσαν ἄνθος νέμου ἀδιακρίτως, τὴν ἐκ τῆς ἀκροτόμου πέτρας κοχλαδὸν βλαστάνουσαν πηγὴν ἀθάνατον ποτίζου, ἵν' ἐντεῦθεν εἰς τὴν μάνδραν τῆς τρυφῆς μὴ σύναγε πλοῦτον, μᾶλλον δὲ τὸν πλοῦτον μὴ ἀγάπα· χρημάτων φροντίδα φεῦγε, τὰ δίγματα μὴ σύνεχε· τὰ χρήματα μὴ σύναγε, δι' ὧν φύεται τὰ ἐγκλήματα, ἀλλὰ σπεῖρε πλουσίως τὴν τροφὴν τοῖς πένησιν, ἐλπίζων λάβρον καὶ πέπειρον τὸ δράγμα θερίσαι τῆς ψυχῆς. Ὁ πένης μὴ ὀλιγοψύχει, μὴ ἀπολέγου τὴν ζωὴν, μὴ βλασφημήσῃς, ἀλλ' εὐχαρίστει, ὑπόμεινον τὸ ὀλιγοχρόνιον τῆς πενίας ἴστριον, ἐπίβλεπε εἰς τὸν γνώμονά σου Λάζαρον, καὶ ἐλπίδι ἐνδυναμοῦ· τεύξῃ γὰρ καὶ αὐτὸς τῶν Ἀβραμιαίων τῆς ἀναπαύσεως κόλπων· ἔνθα καὶ αὐτοὺς ἡμᾶς ὁ πάντων ∆εσπότης Θεὸς ἀξιώσειε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.