1

 2

 3

1

De spe

Περὶ ἐλπίδος.

60.771 Ἅπαντες μὲν ἄνθρωποι φύσει εὐμήχανοι, διὰ τὸ φύσει τοῦ λογισμοῦ

διακριτικόν τε καὶ νουνεχές. Ἕκαστος γὰρ τούτων πρὸς γεωργίαν καὶ ὁδοιπορίαν καὶ τέχνην τινὰ ἐλπίδι τινὶ ἑαυτὸν παραδίδωσιν. Ἅπαντες γὰρ καμάτους καὶ ἱδρῶτας, κινδύνους τε καὶ θλίψεις προθυμίᾳ ὑποφέρουσι διὰ τὴν τῶν μελλόντων ἀγαθῶν προσδοκίαν. Καὶ ὁ μὲν γεωργὸς ἐν τῇ συνολκῇ τῶν νεύρων καὶ μελῶν κυρτώσας τὰ νῶτα, ἄμφω δὲ τὰς χεῖρας ὁπλίσας δόρατι καὶ ἀρότρῳ, τοὺς ἐκ τοῦ χειμῶνος κρυμοὺς, καὶ τοὺς ἐκ τῆς βώλου καὶ τῶν ἐγκειμένων ἀκανθῶν αἰκισμοὺς προθύμως ὑποφέρει, τῇ μελλούσῃ τῶν καρπῶν προσδοκίᾳ τοὺς πόνους παραμυθούμενος.

Ὁ δέ γε ὁδοιπόρος ἐν ταῖς δυσβάτοις καὶ προσάντεσιν ὁδοῖς ἐπιβὰς, ἀντιτυποῦντος τοῦ στερεοῦ ἐδάφους, τοὺς ταρσοὺς μαστιζόμενος, ἱδρώτων πολυχύτους σταγόνας ἐκ κορυφῆς μέχρις ὀνύχων κοχλάδων ἀναζέων, καύσωνάς τε καὶ ὑδάτων λιμοὺς καὶ τροφῶν ἔνδειαν γενναίως ὑπομένει, διὰ τὸ ἐκ τῆς ὁδοιπορίας αὐτῷ ἐλπιζόμενον κέρδος. Ἰατροὶ δὲ ἐν τῇ ἐκτομῇ τῶν οἰδαινόντων τραυμάτων τὴν δυσωδίαν ἐπιφέρουσι, γαστέρων δὲ κενώσεις καὶ χαύνων 60.772 χυμῶν ἐκχύσεις ἐκ χειρὸς δεχόμενοι οὐκ ἀναίνονται διὰ τὴν τῶν ἀσθενούντων ὑγίειαν, καὶ διὰ τὴν οἰκείαν εὐπορίαν τὴν ἐκ τῶν θεραπευομένων αὐτοῖς ἐλπιζομένην. Οἱ δὲ πελάγιοι πλωτῆρες γῆν λείποντες, καὶ τὰ τῆς θαλάττης ἁλμυρὰ καὶ κυάνεα νῶτα τέμνοντες, παλιντρόπων πνευμάτων βίας καὶ ταραχὰς ἀνηκέστους ὑπομένουσι, σχοινίων δὲ πολυπλόκων διατάσεις, ἱστίων δὲ καὶ αὐχένων τρισμοὺς φοβεροὺς, κυμάτων δὲ ἀγρίων ὀρυγμαδώδεις κατόψεσι δεχόμενοι φοβεροὺς διὰ τὴν ἐκ τοῦ πλοὸς αὐτοῖς ἐλπιζομένην σωτηρίαν καὶ εὐπορίαν. Ἅπαντες δὲ οὗτοι καὶ οἱ τούτων πλείονες καμάτους τε καὶ κινδύνους ὑπομένουσι διὰ τὴν πρὸς ὀλίγον φαινομένην ἐλπίδα· πολλῷ μᾶλλον τὸ φιλόθεον γένος τῶν Χριστιανῶν, ἀνδρῶν δὴ λέγω καὶ γυναικῶν οὐ γὰρ μόνον τὸ ἄῤῥεν ἐστράται παρὰ τῷ Θεῷ, ἀλλὰ καὶ τὸ θῆλυ, οὐ τῇ τοῦ σώματος ῥώμῃ, ἀλλὰ τῇ τῆς φρονήσεως ἀνδρείᾳ διωγμούς τε καὶ λιμοὺς, νηστείαν τε καὶ ἀγρυπνίαν καὶ χαμευνίαν, καὶ τῶν ἄλλων ἀνεκδιηγήτων θλίψεων ἄμφω 60.773 προθύμως ὑποφέροντες διὰ τὴν ἀκήρατον καὶ μακαρίαν ἐν οὐρανοῖς ἐλπίδα. Ἕκαστος οὖν στηκέτω τῷ ἰδίῳ ἔργῳ, καὶ ἐλπίδι τονούσθω· ὁ γεωργὸς τῆς πνευματικῆς ἀρούρας ἔμβαλε τῆς διδασκαλίας τὸ ἄροτρον εἰς τὸ δεκτὸν τῆς διανοίας χωρίον· εἶτα μετὰ τῶν προκαταβληθέντων τῶν αἱρετικῶν σπερμάτων, τὸ βλάστημα ἔξελε τῶν Ἰουδαϊκῶν καὶ Ἑλληνικῶν σοφισμάτων, ἵνα ἐκκαθάρας τὴν ψυχὴν, ἐπισπείρῃς τὰ τῆς πίστεως ἅγια σπέρματα, τὰ τῆς ἐλπίδος ἀγαλλιάματα, τὰ τῆς ἀγάπης γλυκάσματα Οὐ γὰρ μόνον τῷ Ἱερεμίᾳ ἔδωκεν ἐξουσίαν τοῦ κατασκάπτειν τὰ χείρονα, καὶ καταφυτεύειν τὰ κρείττονα, ἀλλὰ καὶ σοὶ ἐν τῷ λέγειν· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου· ἰδοὺ κατέστησά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν, καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν. Ἐκρίζου τοίνυν τὰ ἄγρια τῆς λαγνείας κινήματα, καὶ καταφύτευε τὰ ἅγια τῆς ἁγνείας μιμήματα· κατάσκαπτε τοῦ πονηροῦ φυτείαν, καὶ καταφύτευε τὴν τοῦ Χριστοῦ πολιτείαν· ἀπόλλυε τὰ φευκτὰ τῶν διδαγμάτων, στηλίτευε δὲ τὰ σπουδαῖα τῶν νοημάτων. Ὁ οἰκοδόμος, κατάσπα τὰ κακῶς οἰκοδομηθέντα ὑπὸ τῆς τοῦ διαβόλου μηχανῆς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἰνδάλματα, καὶ οἰκοδόμει