1

 2

 3

3

ὢ φωνῆς δύναμις, τὸν τετραήμερον νεκρὸν ὡς ἐξ ὕπνου ἐγείρουσα, καὶ τὸν κειρίαις δεδεμένον ὡς εὔλυτον καὶ ὀξυδρομέα τοῦ τάφου προαγαγοῦσα! Ἐπίστησον, ἀγαπητὲ, τὸν νοῦν σου τῇ φωνῇ, καὶ εὑρήσεις αὐτὸν τὸν λόγον τὸν λέγοντα ἐν τῇ κοσμοποιίᾳ, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, καὶ ἐγένοντο, τὸν αὐτὸν καὶ νῦν λέγοντα· Λάζαρε, δεῦρο ἔξω, Καὶ οἱ ἀποῤῥεύσαντες ἰχῶρες τῶν σαρκῶν τὰς κοτύλας πάλιν ἀνεπλήρουν, καὶ αἱ ἀποπεσοῦσαι τρίχες τὴν οἰκείαν τάξιν ἐπεγίνωσκον, καὶ ἐν τοῖς μέλεσι κατεφυτεύοντο. Λάζαρε, δεῦρο ἔξω· καὶ ὁ νεκρὸς ἀνίστατο, καὶ τεταρταῖος ἴσος ἦν τῷ μήτε τὴν ἀρχὴν τεθνεῶτι. Λάζαρε, δεῦρο ἔξω· καὶ ἡ ψυχὴ ἐκ τῶν καταχθονίων ἀνάσπαστος ἐγίνετο, μὴ διαβόλου ἀντιλέγοντος, μὴ θανάτου ἀντιπαλαίοντος, καὶ χαίρουσα τὸ ἴδιον οἴκημα ἐπεγίνωσκε.

Τούτων τῶν θαυματουργημάτων, ἀγαπητὲ, τὸ θεῖον ἔργον θεωρήσας, τὴν ἀνάστασιν μὴ ἀμφίβαλλε· γενέσθω σοι ἔσοπτρον ὁ Λάζαρος, καὶ ἐν ἐκείνῳ σεαυτὸν θεωρήσας, τὴν ἀνέγερσιν πίστευε. Ἡ αὐτὴ γὰρ φωνὴ πάντας ἡμᾶς ἀναστήσει, ὥς που καὶ ὁ Ἀπόστολος λέγει· Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι· τῇ χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.