1

 2

 3

1

In Lazarum ii

Εἰς τὸν τετραήμερον Λάζαρον. βʹ.

62.775 Ἀγαπητοὶ, ὥσπερ μήτηρ φιλότεκνος ἐπιδοῦσα τὴν θηλὴν τῷ νηπίῳ τέρπεται,

τοῦ παιδὸς ἐφέλκοντος τὴν ἁπαλὴν τροφὴν τοῦ γάλακτος· ἐπειδὰν δὲ ὁ θρόμβος τοῦ γάλακτος τυρωθεὶς ἐμφράξῃ τοὺς ὀχετοὺς τοῦ μαζοῦ, τότε δὴ καὶ τὸ παιδίον κλαυθμυρίζει, καὶ ἡ μήτηρ ὀδυνᾶται, τὴν μὲν προαίρεσιν τοῦ τρέφειν ἡπλωμένην ἔχουσα, τὴν δὲ τροφὴν μὴ ἐπιδιδομένην ὁρῶσα· ὡσαύτως καὶ ἡμεῖς τῇ προτεραίᾳ τὴν θηλὴν τῆς διανοίας ὑμῖν ὑποβαλόντες, ἐτερπόμεθα, ὑμῶν ἐφελκόντων τὸ γάλα τοῦ λόγου· ὅτε δὲ τὸ τῆς λήθης νέφος ὑπέδραμον τῇ διανοίᾳ, τὸν λόγον ἀνέκοψε, τότε δὴ καὶ ὑμεῖς ἠγανακτήσατε ὡς ἀποστερούμενοι τῶν εὐαγγελικῶν διδαγμάτων τὰ νοήματα, καὶ ἡμεῖς ἐδυσφοροῦμεν, τὴν μὲν προθυμίαν τοῦ λέγειν ἐκτεταμένην ἔχοντες, τὸν δὲ νοῦν κωλυόμενον ὑπὸ τῆς λήθης ὁρῶντες. Ἀλλ' ἴσως τοῦτο συμβέβηκεν ἡμῖν, ἵνα γνῶμεν, ὅτι Οὔτε τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, οὐδὲ τοῦ διώκοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ.

∆εῦρο τοιγαροῦν, ἐπειδήπερ Θεὸς δίδωσι τοῖς λέγουσι χάριν, οὐ διὰ τὴν ἀξίαν τῶν λεγόντων, ἀλλὰ διὰ τὴν χρείαν τῶν ἀκουόντων, αὐτὸν παρακαλέσαντες, ἀπὸ τῶν ἀρτίως ὑμῖν ὑπαναγνωσθέντων εὐαγγελικῶν ἀναγνωσμάτων κατὰ δύναμιν τὸ πότιμον τῆς διδασκαλίας ἀρυσώμεθα νᾶμα. Ἦν τις ἀσθενῶν, φησὶ, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. Εἶπε δὲ ὁ Ἰησοῦς· Οὐκ ἔστιν ἡ ἀσθένεια αὕτη πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ Θεὸς δι' αὐτῆς. Ἀνθυποφέρων λέγω, ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ· οὐκ ἔστιν ἀσθένεια, ἀλλ' εὐαγγέλια, οὐκ ἔστιν ἀσθένεια, ἀλλ' ἀσφάλεια. Ὦ ἀσθένεια ἀῤῥωστούντων ἰατρὲ, πίστεως ὁδηγὲ, θανάτου ἀντίπαλε, διαβόλου ἀντίδικε, σωτηρίας ἀρχηγέ! ὦ ἀσθένεια, ἀρετῆς θεμέλιε ἄῤῥηκτε, πίστεως διδάσκαλε, εὐσεβείας οἰκονόμε! ὦ 62.776.40 ἀσθένεια πυρετοὺς ψυχῶν ἀποσοβοῦσα, καὶ ἱδρῶτας βαπτίσματος δροσίζουσα, καὶ λαμπρὰς στολὰς ψυχῆς ἐξυφαίνουσα! ὦ ἀσθένεια, οὐρανίου ἄρτου πάροχε, πίστεως λαμπαδοῦχε ἄριστε, διαβόλου παγὶς καὶ ἀνθρώπου σφραγίς! Ὅτε δὲ ἤκουσε, φησὶν, ὁ Ἰησοῦς, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας.

Τί δὲ τὸ ἀναγκαῖον τοῦ ἐπιμεῖναι τὸν Κύριον ἀκούσαντα, καὶ μὴ εὐθὺς ἀπελθεῖν πρὸς τὸν ἀσθενοῦντα; Ἀλλὰ πάντως ἐξεδέχετο τὸν θάνατον τοῦ Λαζάρου, ὅπως ἐν τῷ θανάτῳ μείζονα τῶν θαυματουργημάτων τὴν πίστιν τοῖς ὁρῶσιν ἐνδείξηται. Μετὰ ταῦτα οὖν λέγει τοῖς μαθηταῖς ὁ Ἰησοῦς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Ἀληθῶς γὰρ ὁ τῶν ἀνθρώπων θάνατος ὕπνος παρὰ τῷ Κυρίῳ λελόγισται. Πορεύομαι, ἵνα ἐξυπνίσω αὐτόν. Τί γάρ; καὶ ἐνταῦθα ὢν ἀδυνατεῖς ζωοποιῆσαι τὸν νεκρόν; Ἀλλ' οὐχ οὕτω δέχονται τὴν χάριν οἱ Ἰουδαῖοι ἐμοῦ ἀπόντος· ἴσως γὰρ ἀναστάντος αὐτοῦ νομίσουσιν ἐκ συντυχίας τινὸς ἀναβιῶσαι τὸν Λάζαρον. Αὐτὸς οὖν ἐγὼ παραγίνομαι, ὅπως παρόντος μου αὐτόπται γενόμενοι τῶν παρ' ἐμοῦ γενομένων θαυματουργημάτων, καὶ τὴν χάριν παρ' ἐμοῦ δεξάμενοι, εἰς πίστιν βεβαίαν ἐνεχθῶσι. Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἐξυπνίσαι αὐτόν. Οἱ δὲ μαθηταὶ ἀκούσαντες, εἶπον· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Οὐ τοσοῦτον δὲ θεοσεβῶς ἀπεκρίναντο, ὅσον ἰατρικῶς. Ὕπνος γὰρ ληθαργικοὺς μὲν βλάπτει ἐπεκτεινόμενος, πυρετοὺς δὲ λύει μᾶλλον ἱδρώτων. Ἐπειδὴ τοίνυν ἔδοξαν οἱ μαθηταὶ λέγειν τὸν Κύριον περὶ τῆς