1

 2

 3

3

Γραφὴ λέγουσα· Καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆσι λευκαῖς, οἳ καὶ εἶπον. Οὐδὲ τοῦτο ἀργόν· τὸ γὰρ λευχείμονας ὑπάρχειν τοὺς ἄνδρας· ἑορτῆς μεγίστης σημαντικόν ἐστι. Τί δὲ εἶπαν; Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Τὸ ὑπεράγαν θαῦμα κατέπτηξεν ὑμᾶς· ἐπελάθεσθε τοῦ εἰπόντος· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν, Ἢ οὐχὶ ἕνεκεν τούτου ἔλεγε πρὸς ὑμᾶς, Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· καὶ πάλιν, Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν; Οὐ τὴν ἐπαγγελίαν τοῦ Παρακλήτου, τουτέστι τοῦ ἁγίου Πνεύματος, ὑπέσχετο ὑμῖν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε πορευόμενον αὐτὸν εἰς τὸν οὐρανόν.

Οὕτως ἐλεύσεται μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ δόξης καὶ δυνάμεως πολλῆς· οὕτως ἐλεύσεται ἐν καιρῷ, ὅταν μέλλῃ κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Αὐτῷ γὰρ ὁ Πατὴρ δέδωκε τὴν κρίσιν πᾶσαν. Οὐ μνημονεύετε ὅτι ὢν σὺν ὑμῖν, ἔλεγεν· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς; Τότε οἱ ἀπόστολοι ἐν ἑαυτοῖς γενόμενοι, ὑπέστρεφον, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Κύριον, καὶ ἀπεκδεχόμενοι τῆς θείας δωρεᾶς, τουτέστι τοῦ παναγίου Πνεύματος τὴν ἐπιφοίτησιν. Καὶ δὴ ἐπληρώθη τὸ ἐν Ψαλμοῖς εἰρημένον· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Σαφῶς ἐνταῦθα ὁ προφήτης τὴν δυάδα τῶν φύσεων τῆς ἐν Χριστῷ οἰκονομίας ἐσήμανε· τὸν αὐτὸν δὲ τρόπον καὶ Θωμᾶς μετὰ τὴν τοῦ Κυρίου ἀνάστασιν ψηλαφήσας τὴν πλευρὰν αὐτοῦ, ἐβόα λέγων· Ὁ Κύριός μου καὶ ὁ Θεός μου.

Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ἐν ἀλαλαγμῷ μὲν, ὅτι ἀκαταπαύστῳ φωνῇ τὸν τρισάγιον ὕμνον ἀναπέμπουσι τῷ Θεῷ· καὶ ὅπως ἐπὶ Χερου 52.802 βικοῦ θρόνου ἀνελήφθη, προαπεδείξαμεν· Ἐν φωνῇ δὲ σάλπιγγος, ἀρχαγγελικῆς δηλαδὴ, προσημαινούσης αὐτοῦ τὴν ἐν οὐρανοῖς ἄνοδον. Ἀλλὰ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ταῖς ἄνω δυνάμεσι τῇ προστακτικῇ φωνῇ ἀνεκήρυττεν· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Αἱ δὲ δυνάμεις ἔλεγον· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Εἶτα τὸ Πνεῦμα· Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. Ἐνίκησε γὰρ τὸν Πολέμιον, ὡπλίσατο κατὰ τῆς τοῦ διαβόλου τυραννίδος ἐν τῷ ἀνθρωπίνῳ σώματι, ἔσβεσεν αὐτοῦ τὰ πεπυρωμένα βέλη· καὶ τῷ σταυρῷ προσηλωθεὶς, καὶ θανάτου γευσάμενος, ἀθάνατος ὑπάρχων, ἐσκύλευσε τὸν ᾅδην, καὶ νικητὴς ἀποδειχθεὶς ἀνέστη ἐκ τῶν νεκρῶν· καὶ τὸ πλανώμενον πρόβατον ἐπιστρέψας, ἰδοὺ ἀνέρχεται ἐπ' ὤμων τοῦτο φέρων πρὸς τὰ ἐνενήκοντα ἐννέα τὰ ἀπλανῆ, τὰ ἐν τοῖς ὄρεσι, τουτέστιν ἐν οὐρανοῖς νεμόμενα. Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ.

Καὶ πάλιν λέγει· Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Αἱ οὖν δυνάμεις ὡς ἤκουσαν, Κύριος τῶν δυνάμεων, ὁμοφώνως τὴν συνήθη δοξολογίαν ἐκβοῶντες, ἐδέχοντο μετὰ χαρᾶς τὸν Κύριον, καὶ ἔπεμπον ἕως τοῦ ὑψηλοῦ θρόνου καὶ ἐπηρμένου. Καὶ ἐπληρώθη τὸ ὑπὸ τοῦ ∆αυῒδ εἰρημένον· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὦ αἱρετικὲ, ἠπάντως πρὸς τὴν ἐξ ἡμῶν ληφθεῖσαν σάρκα, ἐψυχωμένην ἐκ τῆς ἁγίας Παρθένου.

Αἰσχυνέσθωσαν οὖν οἱ μίαν φύσιν ἐπὶ Χριστοῦ ὁμολογοῦντες. Ἡ γὰρ θεία φύσις εὔδηλον ὅτι συνῆν ἀϊδίως τῷ θρόνῳ τῆς μεγαλωσύνης. Ἡ δὲ καθολικὴ Ἐκκλησία δοξαζέσθω. Ἡμᾶς δὲ πάντας ἀξίους ἀναδείξῃ Χριστὸς ὁ Θεὸς τῆς αἰωνίου αὐτοῦ βασιλείας· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀχράντῳ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.