1

 2

 3

 4

3

∆ιὸ καὶ τοὺς πρεσβυτέρους πρῶτον πρὸς τὸν Ἰησοῦν ἀποστέλλει. Οἱ μὲν οὖν πολλῇ προθυμίᾳ πρεσβεύουσιν, ἱκανὰ προσβάλλουσι δυσωπήματα, καί φασιν· Ἄξιος ᾧ διδῷς τὴν χάριν, εὐγνώμων ὁ λαμβάνων τὴν δωρεὰν, ἄξιος τῆς σῆς παρουσίας. Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. Ἀληθῶς ἱκανὰ θεοσεβείας γνωρίσματα, ἱκανὰ συνειδήσεως ἀγαθῆς τεκμήρια. Ποῖα ταῦτα; Ἡ πρὸς τὸν Θεὸν ἀγάπη, καὶ ἡ πρὸς τὸν ἄνθρωπον γνησία διάθεσις. Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν· δηλονότι τὸν νόμον. Πλήρωμα γὰρ νόμου ἡ ἀγάπη. Καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησε, τὴν πρὸς τὸν Θεὸν εὔνοιαν ἐνδεικνύμενος. Θεῷ γὰρ οἶκον κατασκευάζων, οἱονεὶ περίβλεπτον στήλην τῆς πρὸς αὐτὸν ἀγάπης τὸν ναὸν τοῦτον ἀνίστα. Βλέπε πῶς αἱ καλαὶ πράξεις ἐν καιρῷ τῆς ἀνάγκης μνημονευόμεναι πολλὴν παρέχουσι τοῖς πρεσβευομένοις τὴν παῤῥησίαν· πανταχοῦ γὰρ αἱ καλαὶ πράξεις ἱκανὸν ἐδέξαντο δυσώπημα.

Οἱ μὲν οὖν οὕτως ἐπρέσβευον· ὁ δὲ Ἰησοῦς τὴν παρά 61.771 κλησιν ἐδέξατο τῶν πρεσβυτέρων, οὐκ αὐτοὺς αἰδούμενος, ἀλλὰ τὴν τοῦ ἑκατοντάρχου πίστιν ἀποδεξάμενος. Ἀναστὰς οὖν ἐπορεύετο σὺν αὐτοῖς. Τάχα που καὶ σχολαίτερον ἐβάδιζε, καὶ τὸν βαθμὸν ἤρεμον ἐποιεῖτο, οὐ βραδύνων πρὸς εὐποιίαν, ἀλλὰ καιρὸν ἐνδιδοὺς, ἵνα τὴν ἔνδον λανθάνουσαν τοῦ ἑκατοντάρχου δημοσιεύσῃ διάθεσιν, ἵνα πομπεύσῃ τὴν ἀπαράβατον πίστιν πρὸς ἔλεγχον τῶν ἀπιστούντων, ἵνα τὴν ἀκραιφνῆ καὶ ἀκίβδηλον θεατρίσῃ γνώμην. Ἤδη γὰρ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος τοὺς δούλους αὐτοῦ, λέγων, Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Κατὰ τὴν πρώτην αὐτοῦ τῆς ψυχῆς ὁρμὴν ἀποστέλλει τοὺς πρεσβυτέρους· ἀλλὰ καὶ τοῦτο ποιήσας, καὶ ἐφ' ἑαυτῷ μένων, οὐκ ἠρεμεῖ. Ἐν τοσούτῳ γὰρ λογισάμενος ὅσον ἐστὶ τὸ διάφορον τοῦ ἀξιώματος, ἀποστέλλει δούλους, παρακαλῶν αὐτὸν καὶ λέγων, Μὴ σκύλλου· κἀγὼ οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὢ τῆς συνέσεως καὶ νήψεως τοῦ ἑκατοντάρχου! οὐκ ἔλαθεν αὐτὸν ὁ Θεὸς ἐν ἀνθρώπῳ κρυπτόμενος· οὐκ ἔλαθεν αὐτὸν ὁ μονογενὴς Λόγος τῇ τοῦ σώματος περιβολῇ καλυπτόμενος. Ὁρᾷ τὸν ναὸν, καὶ νοεῖ τὸν οἰκήτορα. Οὐκ ἔλαθεν αὐτὸν ὁ ∆εσπότης ἐν δούλου ἀξίᾳ, ὁ βασιλεὺς ἐν αἰχμαλώτου ὄψει, ὁ βραχὺς ἐν ἀπεριορίστῳ μεγέθει. Αὐτίκα γοῦν θαυμάζει Ἰησοῦς, καὶ μαρτυρεῖ αὐτῷ τὴν ἄκραν πίστιν αὐτοῦ, τὴν ἀστείαν τῆς ψυχῆς αὐτοῦ ὁρμὴν, καθ' ἣν ἔλεγε τῷ Σωτῆρι· Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Οἷος ἦν καὶ Πέτρος, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων καταπλαγεὶς, καὶ ἔννοιαν λαβὼν τοῦ μεγέθους τῆς δυνάμεως, εἶτα παρακαλῶν αὐτὸν καὶ λέγων· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι ἐγὼ, Κύριε. Ἀλλ' ἴσως μὲν τὰ περὶ Πέτρου οὐκ ᾔδει, τὰ δὲ ἐν τῷ Λευιτικῷ ἐγνώκει. Λέπρα, φησὶν, ἐπικειμένη ἀκάθαρτον ποιεῖ τὸν ὑποπεσόντα τῇ νόσῳ. Τῇ δὲ λέπρᾳ παρεοίκασιν ἀλφοὶ καὶ λεῦκαι καὶ λειχῆνες. ∆υσδιάκριτα δὲ τοιαῦτα τὰ πάθη τοῖς πολλοῖς, καὶ μά λιστα ἐν ἀρχῇ τῆς νόσου· ὅθεν ὁ νόμος τὸν ἱερέα βούλεται τῶν τοιούτων ἐπιγνώμονα καθίστασθαι. Ἄγει τοίνυν ὁ νόμος τὸν ἱερέα εἰς τὸν τοῦ κρινομένου οἶκον· κἀκεῖ κρίνας ὡς λέπραν, πάντα τὰ ἐν τῷ οἴκῳ μεμολυσμένα ἀποφαίνει. Ὅθεν οἱ πολλοὶ προμετασκευάζουσι, καὶ τότε τὸν ἱερέα καλοῦσι. Τὴν ἐκ τούτου ἔννοιαν ὁ μακάριος ἑκατόνταρχος λαβὼν, παραιτεῖται τὴν ἄφιξιν τοῦ Σωτῆρος.

Οὐκ εἰμὶ, φησὶν, ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Πολλοὶ ὑπὸ τὴν στέγην ἐκείνην· οἶδα ἐμαυτοῦ τὰ ἁμαρτήματα· παραιτοῦμαι τοίνυν τὴν ὡς κριτοῦ παρουσίαν, πρὶν ἀποκαθάρωμαι. Οἶδά σε τῶν ἱερέων ἁπάντων ἡγεμόνα, καὶ τοῦ Πατρὸς ἀρχιερέα· Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Οὐρανός σοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον· ποῖος οἶκος χωρήσει τὸν ἀχώρητον; Οὐκ ἔχω στέγην οὐράνιον, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· οὐκ ἔχω βασιλικὰς αὐλὰς, ἵνα τὸν βασιλέα τῶν οὐρανῶν ὑποδέξωμαι. Πῶς ὑπωρόφιον δέξομαι Τὸν στεγάζοντα ἐν