1

 2

 3

 4

3

καλὸν ὑπολέλειπται, πάσης εὐφροσύνης ἐστέρημαι. Ἔβλεπον τὴν εἰκόνα τοῦ παιδὸς, καὶ ἐθεώρουν τὸν ἀρχαιότυπον αὐτοῦ πατέρα· τοῦτον ἔχουσα, εἰς ἐκεῖνον ἐφανταζόμην· οὐδέποτε χήραν ἐμαυτὴν ἐνόμισα. Ὁ γὰρ ἐξ ἐκείνου τὰς συμφοράς μοι ἐπεκούφιζε, καὶ πλέον με τοῦ ἀνδρὸς ὁ ἐξ ἐμοῦ τεχθεὶς ἐθεράπευσε, καὶ λυπουμένη τοῦτον εἶχον παράκλησιν. Εἴ ποτε ἀθυμία τὸν λογισμόν μου περιέσχε, περιελάμβανέ με· καὶ περιπτυσσόμενος, καταφιλῶν, λόγοις παιδικοῖς τέρπων με, τὴν νεφέλην τῆς ἀθυμίας ἠφάνιζε· καὶ λέγεις μοι, Μὴ κλαῖε τὸν υἱόν σου; τίς εἶ σὺ ὁ τὰ τοιαῦτά μοι παραινῶν; Τινὲς δὲ τοῦ ὄχλου προσελθόντες εἶπον πρὸς αὐτήν· Τί τολμᾷς, ὦ γύναι, τῷ Θεῷ ἀντιλέγειν; Ὁ Κύριος πάρεστιν; αὐτός σοι διαλέγεται· πρόσελθε, δεήθητι, ἱκέτευσον· οὐ γάρ ἐστιν ἄπρακτος αὐτοῦ ἡ παρουσία. Ἡ δὲ τοὺς ὀφθαλμοὺς ἐκμάξασα, καὶ τὴν ἐσθῆτα ἑαυτῆς περιστείλασα, καὶ τὸ στῆθος καλύψασα, προσέπεσε τοῖς ἴχνεσι τοῦ ∆εσπότου, καὶ ἀποκριθεῖσα τῷ Κυρίῳ ἔφη· ∆ός μοι τὸν παῖδα, καὶ λαμβάνω τὴν συμβουλίαν σου· καὶ γὰρ ἐν παλαιότητι φύσεως ἐξετάζομαι· βλέπω γὰρ τὴν Σάῤῥαν, καὶ τρυγῶ τὰς ἐλπίδας. Καὶ προσελθοῦσα τοῖς ποσὶ τοῦ Ἰησοῦ, ἔλεγε· Σύγγνωθι τῇ προπετείᾳ τῆς δούλης σου, ∆έσποτα, καὶ τοῖς λόγοις τοῖς βαπτισθεῖσιν ἐν τῷ πένθει μου. Οὐ γὰρ ἀγνοεῖς μητρὸς ὀδύνην ἐν λύπῃ τέκνων· τοῦτο γὰρ σὸν πρόσταγμα. Ἐπ' ἐλπίσιν ἔτρεφον τοῦτον. Τὸν ἄνδρα ἐζημιώθην, κἂν τὸν παῖδά μοι χάρισαι· ψυχαγώγησόν μου τὸ γῆρας· ἤδη γὰρ ἐκλείπω. Οὐ λέγω ὡς ἡ Μάρθα Εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός· ἄρτι γὰρ καὶ παρὼν τὴν ψυχὴν αὐτοῦ βαστάζεις, καὶ ἀπιέναι δοκῶν οὐκ ἀπολείπῃ τινός. Μικρὸν, ∆έσποτα, συγχώρησον τῇ δούλῃ σου. Σὺ τὸν Λάζαρον ἔκλαυσας, ὃν τῇ σῇ δυνάμει ἤγειρας ἐκ νεκρῶν· κἀγὼ τὸν υἱόν μου μὴ κλαύσω; Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο τῆς σοροῦ, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Οἱ δὲ βαστάζοντες, ἔστησαν. Καὶ εἶπε· Νεανίσκε, ἀνάστηθι· ἀνάλαβε φρόνημα νεανί 61.793 σκου, καὶ τὸν θάνατον καταπάτησον. Σοὶ λέγω, ἐγέρθητι· μὴ βραδύνῃς πρὸς τὴν ἀνάστασιν· Ἐγὼ γάρ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις. Ἐκάλεσα τὸν Λάζαρον ἐκ τάφου, καὶ οὗτος εὐθέως ἐξήλατο τοῦ μνήματος, ὡς τετάρτην ἡμέραν κατασαπεὶς ἐν τῷ μνήματι, καὶ πολλὰ τῶν σπλάγχνων ὑπὸ τῶν σκωλήκων πεπορθημένος. Ἀλλ' ἡ φωνὴ τῆς ζωῆς τὸν νεκρὸν ὀσφράνασα εἰς εὐοσμίαν τὴν τῶν σαρκῶν ἀνεχάλκευσε λύσιν, καὶ γέγονε μήτρα τοῦ κειμένου τὸ μνῆμα. Σοὶ δὲ προσφάτως ὁ θάνατος ἐμεθόδευσε· σοὶ λέγω, μὴ βραδύνῃς πρὸς τὴν ἀνάστασιν· Ἐγὼ γάρ εἰμι ἡ ἀνάστασις. Νεκρὸς ὑπῆρχεν ὁ θεωρούμενος, καὶ ὡς ἀκούοντι τῷ τεθνεῶτι διελέγετο ὁ Κύριος. Πότε νεκρὸς ἀκούει; Καὶ τί φησιν ὁ ∆εσπότης; Σοὶ λέγω, ἐγέρθητι· καὶ εὐθέως ἀνεκάθισεν ὁ νεκρός· ὥστε οἱ θεωροῦντες ὄχλοι ἐγένοντο ὡσεὶ νεκροὶ, πρῶτον μὲν διὰ τὴν ἀπιστίαν, δεύτερον διὰ τὴν ἀλήθειαν.

∆ιὰ τί γὰρ μὴ κατεπήδησεν, ἀλλ' ἀνεκάθισεν; Ὅπως ἂν ἀνεπισκίαστον τὴν ἀνάστασιν θεωρήσωσιν οἱ πάντες, καὶ μὴ φαντασία γνωρισθῇ τὸ γινόμενον. Μονονουχὶ λέγων πρὸς αὐτούς· Ἐγὼ ὑμᾶς πληροφορῶ τοὺς ἀκηκοότας, ὅτι ἐκεῖνος αὐτός ἐστιν ὁ πρὸς βραχὺ ἀποθανών. Καὶ ἐκτείνας τὴν χεῖρα ὁ Ἰησοῦς, ἐπελάβετο τοῦ τεθνεῶτος, καὶ ἔδωκεν αὐτὸν ζῶντα τῇ μητρὶ αὐτοῦ. Ἡ δὲ λαβοῦσα τὸν υἱὸν, ὑπὸ χαρᾶς καὶ ἀπιστίας συνείχετο· χαίρουσα μὲν ἐπὶ τῇ τοῦ παιδὸς ἀναστάσει· ἀπιστοῦσα δὲ τῇ διανοίᾳ τῶν πραγμάτων. Μετὰ σπουδῆς τὸ γύναιον ἀκριβῶς τὸν υἱὸν κατενόει, ταῖς χερσὶν ἐψηλάφα, ὀφθαλμῶν θέσεις διερευνῶσα, ὀσφρήσεως, χειλέων, μετώπου, καὶ τοῦ παντὸς προσώπου τὴν διατύπωσιν· εἶτα τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ ἁπλῶς εἰπεῖν, ὅλον τὸ σῶμα· καὶ πρὸς ἑαυτὴν διελογίζετο λέγουσα· Ἆρα, φησὶ, μήποτε πλα 61.794 νῶμαι; μὴ ἄλλον ὑπὲρ ἄλλου κρατῶ; μὴ πρὸς παραμυθίαν τὴν ἐμὴν, καὶ τὴν τοῦ πένθους ὑποστολὴν, καὶ πρὸς τοῦ ἄλγους ὑπερβολὴν τοῦ υἱοῦ μου τὸν θάνατον ἐσοφίσατο; καὶ ξένον τινὰ ὡς οἰκεῖον παρέδωκεν Ἰησοῦς, τὴν ἐμὴν ὀδύνην ἐπικουφίσαι βουλόμενος; Οὐδένα τοῦ