1

 2

 3

 4

3

Πῶς γὰρ, φησὶν, οὐκ ἂν εἴη μείζων ὁ Μελχισεδὲκ, οὗ κατὰ τὴν εἰκόνα καὶ τάξιν ἱερατεύει ὁ Χριστός;

Ἄλλοι δὲ πλανηθέντες λέγουσιν αὐτὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον. Ἡμεῖς δὲ λέγομεν αὐτὸν εἶναι ἄνθρωπον ὁμοιοπαθῆ ἡμῖν, καὶ μήτε μείζονα αὐτὸν εἶναι Χριστοῦ· τί δὲ λέγω τοῦ Χριστοῦ; ἀλλ' οὔτε Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἀληθὴςγὰρ ὁ λόγος τοῦ Κυρίου, Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἀλλ' οὔτε μὴν εἶναι αὐτὸν τὸ ἅγιον Πνεῦμα. Ὅτι δὲ οὐκ ἔστι μείζων τοῦ Χριστοῦ ὁ Μελχισεδὲκ, εἰπάτωσαν ἡμῖν ἐκεῖνοι οἱ τοῦτο λέγοντες, ποίου περιβόλου, ἢ ποίου χωρίου αὐτὸν εἶναι λέγουσιν. Ἆρα οὐρανίου; ἆρα ἐπιγείου; ἆρα καταχθονίου; Ἐὰν οὖν εἴπωσιν ὅτι τῶν οὐρανίων ἐστὶν ὁ Μελχισεδὲκ ἢ ἄλλου τινὸς χωρίου, ἀκουσάτωσαν ὅτι τὸ αὐτοῦ γόνυ κάμπτει τῷ Χριστῷ· λέγει γὰρ ὁ Ἀπόστολος ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ἐπουρανίων, ἐπιγείων καὶ καταχθονίων.

Εἰ οὖν κάμπτει γόνυ ὁ Μελχισεδὲκ τῷ Χριστῷ, ἐλάττων εἴη προσκυνῶν Μελχισεδὲκ τοῦ προσκυνουμένου ὑπ' αὐτοῦ 61.741 Χριστοῦ. Τί δὲ οἱ τάλανες καὶ τὸν ἑξῆς στίχον εἰρημένον παρὰ τοῦ Ἀποστόλου οὐκ ἀκούουσιν, ἵνα μάθωσιν αὐτὸν ἐλάττω εἶναι τοῦ Χριστοῦ; ἐπιφέρει γὰρ λέγων, Ἀφωμοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ, ὥσπερ καὶ ἡμεῖς κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ Χριστοῦ ἐγενόμεθα. Ἀλλ' ἴσως τις τῶν ἀκροατῶν ἐπερωτᾷ καὶ λέγει· Τί οὖν ἐστιν ἀπάτορα λέγεσθαι καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον τὸν Μελχισεδέκ; Πρὸς ὃν ἐροῦμεν, ὅτι Ἰουδαῖοι μὲν εἰρήκασιν αὐτὸν ἐκ πορνείας γεννηθέντα, καὶ διὰ τοῦτο μὴ γενεαλογεῖσθαι ὑπὸ τῆς Γραφῆς. Πρὸς οὓς ἐροῦμεν, ὅτι, Κακῶς εἴπατε· εὑρίσκομεν γὰρ καὶ ἄλλους ἀπὸ πορνείας γεννηθέντας καὶ γενεαλογηθέντας. Εὐθὺς Σολομὼν ἐκ τῆς τοῦ Οὐρίου γυναικὸς γεννηθεὶς ἐγενεαλογήθη, καὶ Ἀβιμέλεχ υἱὸς Γεδεὼν, ὃς ἐκ πορνείας γεννηθεὶς ἐγενεαλογήθη. Τίνος οὖν ἕνεκεν οὐ γενεαλογεῖται ὁ Μελχισεδέκ; Ἀλλ' ἐπειδὴ τύπος ἦν τοῦ Χριστοῦ ὁ Μελχισεδὲκ, καὶ εἰκόνα ἔφερε τοῦ Χριστοῦ. ∆ιὰ τοῦτο ἡ Γραφὴ παρέλιπε τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγενεαλόγητον αὐτὸν διηγήσατο, ἵνα ἐν ἐκείνῳ, καθάπερ εἰκόνι, τὸν ἀληθῶς ἀπάτορα καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον τὸν Χριστὸν ἐνοπτρισώμεθα. Ἀπάτωρ γὰρ Χριστὸς ἐπὶ γῆς κατὰ σάρκα, ἀμήτωρ ἐν οὐρανοῖς κατὰ Πνεῦμα, κατὰ τὴν θεότητα. Τοιοῦτός ἐστι καὶ ὁ Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων. Οὐ γὰρ ἐγενεαλόγησε τὸν Μελχισεδὲκ ἡ Γραφὴ, ἀλλὰ παρέλιπεν αὐτοῦ καὶ τὴν γέννησιν καὶ τὴν τελευτὴν, ἵνα, καθὼς προείπαμεν, ἐν ἐκείνῳ τοῦτον θεωρήσωμεν τὸν ἀληθινὸν Μελχισεδέκ. Βασιλεὺς γὰρ δικαιοσύνης ἑρμηνεύεται ὁ Μελχισεδὲκ, ὅς ἐστι Χριστὸς, 61.742 μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων. Οὔτε γὰρ ἀρχὴν ἡμερῶν ὁ Θεὸς Λόγος εἶχεν, οὔτε ἔληξέ ποτε ἢ ἐτελεύτησεν· εἰς ἀεὶ γὰρ ὁ Χριστὸς διαμένει. Ἀντιλέγουσι γὰρ ἡμῖν οἱ Μελχισεδεκιανοὶ λέγοντες, Τί οὖν ἐστιν ὃ λέγει πρὸς αὐτὸν ὁ Πατὴρ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ;

Πρὸς οὓς λέγομεν, ὅτι οὗτος ὁ Μελχισεδὲκ ἀνὴρ δίκαιος γέγονε, καὶ ἀληθῶς εἰκόνα Θεοῦ φέρων ἐν ἑαυτῷ. Προφητικῷ τοίνυν Πνεύματι κινούμενος, τὴν μέλλουσαν ὑπὸ Χριστοῦ προσφορὰν τῷ Θεῷ προσκομίζεσθαι νῦν νοήσας, ἄρτῳ καὶ οἴνῳ τὸν Θεὸν ἐγέραιρε, μιμούμενος τὸν μέλλοντα Χριστόν. Ἐπειδὴ οὖν ἐν τῇ τῶν Ἰουδαίων συναγωγῇ ἡ τάξις τοῦ Ἀαρὼν θυσίαν προσέφερεν, οὐκ ἄρτον καὶ οἶνον, ἀλλὰ μόσχους καὶ ἀμνοὺς καὶ ἐναίμοις θυσίαις ἐδόξαζε τὸν Θεὸν, ὁ Θεὸς πρὸς τὸν μέλλοντα γεννᾶσθαι ἐκ τῆς παρθένου Μαρίας Ἰησοῦν βοᾷ καὶ λέγει· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, τοῦ ἐν μόσχοις καὶ ἀρνάσι καὶ ἐναίμοις θυσίαις λατρεύοντος, ἀλλὰ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἐν ἄρτῳ καὶ οἴνῳ τὴν τῶν ἐθνῶν προσκομίζων προσφορὰν εἰς τὸ διηνεκές. Ἀλλ' ἵνα μὴ δόξωμεν, ἀγαπητοὶ, ἐρεσχελεῖν μηκύνοντες τὸν λόγον,