1

 2

 3

 4

 5

 6

3

Ἐζεκίας οὐκ ἐπέγνω, εἰ μὴ ὁ ἥλιος ἀνεποδίσθη. Κατὰ τί γνώσομαι τοῦτο; ∆ὸς σὺ σημεῖον, καὶ χορεύω νεανικά· δὸς σημεῖον, ἵνα μὴ Ἐλισάβετ προπετῶς γελάσῃ, ὡς ἡ Σάῤῥα. Κατὰ τί γνώσομαι τοῦτο, ἀρχάγγελε μηνυτά; πόθεν μοι δῆλα τὰ ἐκ σοῦ μοι ῥηθέντα; Εἰ δεύτερος Ἀβραὰμ φαίνομαι, ὑπάρξει μοι τὰ τοῦ Ἀβραὰμ ἰδιώματα. Εἴσελθε ὑπὸ τὸ δωμάτιόν μου, καὶ νίψω τοὺς πόδας σου ὁδοιπορίαν στείλαντι, καὶ παραθήσω σοι τράπεζαν μυστηρίου πεπληρωμένην· ἀλεύρου σατὰ τρία Ἐλισάβετ φυράσει, τὴν Ἐκκλησίαν προζωγραφοῦσα. Ζήτει μόσχον, ἵνα δωρήσῃ γόνον. Κατὰ τί γνώσομαι τοῦτο, ὁ καλὰ εὐαγγέλια ἄνωθεν ἐπὶ γῆς ἡμῖν φέρων; τί μοι τοῦ παιδὸς τὸ ὄνομα, ἄγγελε, προλέγεις, καὶ τοῦ μὴ παρόντος τὰς ἀρετὰς ἀριθμεῖς; ∆εῖξόν μοι τὸ ὑπὲρ φύσιν, ἵνα πιστεύσω τὸ παρὰ φύσιν· ἐὰν ὁ οὐρανὸς ἀνακαμαροῦται, κἀγὼ ἀνανεοῦμαι· ἐὰν ἡ θάλασσα μετρῆται, καὶ ἡ γυνή μου Ἐλισάβετ μαιοῦται· ἐὰν ὁ ἥλιος καταλαμβάνηται, καὶ οἱ ξηροὶ μασθοὶ γάλα ῥεύσουσιν· ἐὰν ἡ σελήνη ἀναχαιτίζηται, καὶ ἡ ξηρὰ μήτρα νοτίζεται. Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Ὁ δὲ ἄγγελος πρὸς τὸν Ζαχαρίαν· Θεὸν ἐνέχυρον ἀπαιτεῖς; ἀσθένειαν βεβαιοτέραν τῆς δεσποτικῆς ἐπαγγελίας ὁρίζῃ; τὸν εὐαγγέλιά σοι κομίζοντα ἀνακρίνειν οὐ δέδοικας; κατὰ τί γνώσομαι τοῦτο, λέγεις, ὦ Ζαχαρία; μὴ γὰρ εἰς Αἴγυπτον ἀποστέλλῃ, ἵνα φοβηθῇς τὸν Φαραώ; κατὰ τί γνώσομαι τοῦτο, λέγεις, ὦ Ζαχαρία; οὐδὲν ὑπὲρ φύσιν ὁ Θεὸς ἐργάζεται; φύσεως ἀκολουθίαν ζητεῖς, καὶ οὐκ εἶδες θεότητος παράδοξον ποίησιν;

Εἰπέ μοι, Ζαχαρία, τῆς γῆς οἱ στῦλοι ποῦ πεπήγασι; τοῦ οὐρανοῦ δὲ τὸ κύτος ποῦ κατήρτισται; νεφελῶν δὲ αἱ κύται ποῦ εὑρίσκονται; ὑετοῦ δὲ σταγόνες ποῦ στημονίζονται; βόλοι δὲ χιόνος ποῦ λατομοῦνται; ἡλίου δὲ δρόμον τίς ἡνιοχεῖ; σελήνης δὲ μείωσιν τίς ὁροθετεῖ; ἀστέρων πλῆθος τίς ἐξαριθμήσει; θάλασσα δὲ μαινομένη πῶς ψάμμον αἰδεῖται; ποταμοὶ δὲ θερμοῤῥύται πῶς συγκιρνῶνται; ὁμίχλης δὲ σκότος πῶς ἐξυφαίνεται; ἄνθρωπος δὲ ἐν μήτρᾳ πῶς διαπλάττεται; καὶ τοῦ ἄῤῥενος τὸ θῆλυ πῶς λειότερον εὑρίσκεται; θεοείκελος δὲ ψυχὴ πῶς ἀθρόον ἐν τῷ σώματι εὑρίσκεται; Κατὰ τί γνώσομαι τοῦτο, λέγεις, ὦ Ζαχαρία; φύσεως ἀκολουθίαν ζητεῖς, ὅπου θεότητος ἐργασία; τί, τὴν στεῖραν ἀπιστεῖς γεννῆσαι; Τί οὖν; ἐὰν ἀκούσῃς παρθένον τίκτουσαν παραδόξως; Καὶ εἴη τὸ ἄπιστον εἰς πίστιν προγυμναζόμενον; Ἔνθεν γὰρ καὶ ἐπὶ τῆς στείρας νῦν ἀπιστία κολάζεται, ἵνα τὴν ἐπὶ τῆς παρθένου θαυματουργίαν μὴ ἀμφιβάλῃς Ἔσῃ, φησὶ, σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι. Ὢ τῆς φιλανθρώπου τιμωρίας, διόρθωσιν μᾶλλον ἐργαζομένης! Αὐτὴν γὰρ ὁ ἄγγελος τὴν σφαλεῖσαν φωνὴν σωφρονίζει, αὐτὴν χαλινοῖ τὴν τολμήσασαν γλῶσσαν. Ἦν γὰρ, φησὶ, διανεύων αὐτοῖς, καὶ διέμεινε κωφός. Καλῶς ὁ εὐαγγελιστὴς καὶ τὸ, ∆ιέμεινε, συνεγράψατο.

Περιέμενε γὰρ ἡ σιωπὴ τὴν τικτομένην φωνὴν, ὁ Ζαχαρίας τὸν Ἰωάννην, ὁ πρεσβύτης τὸν παῖδα, ὁ ἱερεὺς τὴν προφήτην. Ἐν οἷς λέγει ὁ ἄγγελος· Ἐπειδὴ οὖν ὡς ἄπιστος σημεῖον παρὰ Θεοῦ ζητεῖς, ἐν τοῖς ἰδίοις μέλεσι τὸ μαστιγοφόρον προσδέχου σημεῖον. Ἔσῃ γὰρ, φησὶ, σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα. Ὅπου γὰρ τῆς ἀντιλογίας τὸ ὄργανον. ἐκεῖ καὶ τῆς τιμωρίας τὸ πρόσταγμα· ὅπου τῆς προπετείας τὸ θράσος, ἐκεῖ καὶ τῆς παιδείας ὁ χαλινός· ὅπου ἡ ὕβρις ἐλάκτισεν, ἐκεῖ τῆς ἐπιτιμήσεως ἡ ἀπόφασις. Ἤθελε μὲν ὁ Θεὸς, Ζαχαρία, κήρυκά σε τοῦ τοιούτου θαύματος γενέσθαι· στρατοπεδάρχης γὰρ τοῦ ἐπουρα 61.760 νίου βασιλέως τίκτεται, καὶ τῆς κοσμικῆς τῶν ἁμαρτημάτων λυτρώσεως προκαθαρτής· ἐπειδὴ δὲ τὴν ἀσθένειαν τοῦ σώματος βεβαιοτέραν τῆς ἐπαγγελίας ἐποιήσω τοῦ ∆εσπότου, διὰ τοῦτο Ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. Ὁρᾷς ὅτι ἄνευ πίστεως οὐδὲν τῶν δεόντων κορυφοῦται. Μόνον δὲ ἤκουσεν ὁ Ζαχαρίας τὰ ῥήματα ταῦτα, εὐθέως ἐξῆλθεν ἐκ τοῦ ναοῦ, μισθὸν