3
πρὸς αὐτοὺς τῆς χάριτος ἐνεργούσης· Μέμφεσθε ἡμῖν, Φαρισαῖοι, καὶ κόλασιν ἡμῖν ἀπειλεῖτε ὡς βλασ φημίαν προϊεμένοις; τίνες κολάσεως ἄξιοι; ὑμεῖς οἱ τὰς Γραφὰς ἀναγινώσκοντες καὶ μὴ νοοῦντες, ἢ ἡμεῖς οἱ 61.717 ἀκούοντες καὶ κρατοῦντες; σφαλλόμεθα βαΐα τῶν φοινί κων τῷ Κυρίῳ προσφέροντες; οὐκ αὐτός ἐστιν ὁ τῆς δι καιοσύνης φοίνιξ; οὐ περὶ αὐτοῦ κέκραγεν ὁ προφήτης, ∆ίκαιος ὡς φοίνιξ ἀνθήσει; οὐκ αὐτὸς ἤνθησε τῶν τυ φλῶν τὴν ἀνάβλεψιν; οὐ χωλοῖς τὸν δρόμον ἀκώλυτον ἐχαρίσατο; οὐ τὸν παράλυτον τὴν βαστάσασαν κλίνην βαστάσαι ἐποίησεν; οὐ τὸν τεταρταῖον Λάζαρον ἐξήγειρεν ἐκ θανάτου; οὐ διὰ τοῦτο βούλεσθε τὸν Λάζαρον πάλιν ἀποκτεῖναι; οὐχ ὑμεῖς τὸν λίθον ἀπεκυλίσατε, καὶ τῇ ἀπιστίᾳ ὡς λίθοι σκληρύνεσθε; οὐχ ὑμῖν ἐπέτρεψε λῦσα τὰς κειρίας, ἵνα μὴ, ὡς ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ, ἄλλον ἐξ ἄλλου τάφου παραπηδήσαντα ψευδολογήσητε; Ἀεὶ ὑμεῖς τοῖς καλοῖς βασκαίνετε, ὦ Φαρισαῖοι, καὶ τῷ πλή θει πιστεύοντι ἐναντιοῦσθε. ∆ιὰ τοῦτο πάλιν τὸν Λάζα ρον ἐβουλεύσασθε φονοκτονῆσαι, ἵνα τοῦ ὄχλου τὴν πίστιν ἐκκόψητε.
Εἰ γὰρ φονεύσητε τὸν Λάζαρον, τί; οὐ δύνα ται πάλιν αὐτὸν ἀναστῆσαι; Ἴδωμεν τίς κοπωθήσεται, ὑμεῖς φονεύοντες, ἢ ἐκεῖνος ἐγείρων; Ὑμεῖς ἔργῳ καὶ κόπῳ φονεύετε, αὐτὸς λόγῳ ἀνίστησι. Τίς μᾶλλον κοποῦ ται; οὐχ ὁ λόγος τοῦ ἐνεργοῦντος κουφότερος; σφαλλό μεθα, ὦ Φαρισαῖοι, ὅτι ὡς βασιλεῖ προσήλθομεν τῷ Κυ ρίῳ; Τὸν πῶλον θεωροῦντες μᾶλλον ἐνεδυναμώθημεν. ∆ιὸ καὶ βασιλέα κραταιὸν γνωρίζομεν, καὶ ἔχομεν τὴν Γραφὴν παρὰ πόδας, ἵνα μάθητε συνετῶς ὅτι οὐχ ἡμεῖς σφαλλόμεθα, ἀλλ' ὑμεῖς πλανᾶσθε. Ἔχετε τὸν προφήτην Ζαχαρίαν· τούτου τοὺς λόγους ἀναπτύξατε· φοβήθητε αὐτοῦ τὸ δρέπανον τῆς ἐκδικήσεως· ἐκ πολλῶν γὰρ τῶν χρόνων τὴν Ἰουδαίαν εὐαγγελιζόμενος ἐκέκραγε, Χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἡσύχιος, καθήμενος ἐπὶ πῶλον ὄνου, υἱὸν ὑποζυγίου. Μὴ σφαλλόμεθα τὴν Γραφὴν ἀναγινώ σκοντες, καὶ τὸν βασιλέα γνωρίζοντες, καὶ ἑαυτοὺς εὐ εργετοῦντες, καὶ τοὺς ἀμφιβάλλοντας ἐπιστρέφοντες; Τὸν προφήτην κατέχετε καὶ τὸν προφητευθέντα νοεῖν οὐ θέλετε; Ἀποστήσατε τοιγαροῦν, ὦ Φαρισαῖοι. Ὅσον ἡμῖν ἐπίκεισθε, τοσοῦτο μᾶλλον τὸν πόθον ἡμῶν διεγεί ρετε καὶ τὸν ζῆλον. ∆ιὸ οὐ πλανώμεθα βοῶντες, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό ματι Κυρίου.
Γνωρίζομεν τὸ ὄνομα, ὦ Φαρισαῖοι· τοῦτο τὸ ὄνομα τῆς Αἰγύπτου ἡμᾶς ἠλευθέρωσε, καὶ τὴν θά λασσαν ἡμῖν βατὴν πεποίηκε, καὶ τὴν ἔρημον ἐπόλισε, καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι ἐνῴκισε· τὸν προφή την βοᾷν παρεσκεύασε· Γνώτωσαν, ὅτι ὄνομά σοι Κύ ριος· σὺ μόνον ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Ὅτι μὲν ὁ ὄχλος εὐπειθὴς, οἱ δὲ ἀρχιερεῖς ἀπειθεῖς, ἄκουε τοῦ εὐαγγελιστοῦ· Καὶ συνεβουλεύσαντο οἱ ἀρχιερεῖς, ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον ἀπὸ τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Εἶδες τῶν ἀρχιερέων τὴν μανίαν; Ἵνα ἐκκόψωσι τὴν πίστιν τοῦ πλήθους, ἐζήτουν καὶ τὸν Λάζαρον ἀποκτεῖναι, λέγοντες πρὸς ἑαυτοὺς, ὅτι Ἐὰν τὸν Ἰησοῦν μόνον ἀποκτείνωμεν, καταλείψωμεν δὲ τὸν Λάζα ρον ζῶντα, οὐδὲν ὠφελοῦμεν· τοῦτον γὰρ ὁρῶντες εἰς ἐκεῖνον πιστεύουσιν. Ὅπως οὖν μὴ καὶ μετὰ θάνατον πρόσκομμα ἡμῖν γένηται, τοῦ πιστεύειν τινὰς εἰς τὸν Ἰησοῦν, ἀποκτείνωμεν τὸν Λάζαρον, ἵνα πάντῃ τὴν μνή μην αὐτοῦ ἐξαλείψωμεν. Ταῦτα δὲ καὶ ἕτερα ἔλεγον οἱ ἀρχιερεῖς, ὡς ἄνθρωποι ματαιόφρονες, μὴ συνιέντες ὅτι ὁ Κύριος μέλλων τὸν ἑκούσιον θάνατον καταδέχεσθαι ὑπὲρ τῆς τοῦ κόσμου ἀθανασίας, οὐκ ἔμελλε τὸν Λάζαρον μόνον καὶ τὴν τούτου ἔγερσιν τῷ κόσμῳ εἰς μνήμην καταλιμπάνειν, ἀλλὰ καὶ τὸν ἀκαταμάχητον σταυρόν· ὃν οὔτε δυνήσονται οὔτε πορθῆσαι οὔτε κρύψαι οὔτε μα ταιῶσαι, διὰ πάσης τῆς οἰκουμένης δεικνύντα τῆς ἐνερ γείας αὐτοῦ τὴν δύναμιν.