3
ἠντλήσαμεν, ἐκεῖνοι τὸ ὄξος ἡμεῖς τὸ αἷμα, ἐκεῖνοι τὴν χολὴν ἡμεῖς δὲ τὴν γλυκύτητα, ἐκεῖνοι τὸν τάφον ἡμεῖς δὲ τὸν οὐρανόν, ἐκεῖνοι τὸν λίθον ἡμεῖς τὸν θρόνον, ἐκεῖνοι τὴν σφραγίδα ἡμεῖς τὸν θησαυρόν, ἐκεῖνοι τὴν στρατιωτικὴν κουστωδίαν ἡμεῖς δὲ τὴν ἀγγελικὴν προεδρίαν, ἐκεῖνοι τὸν Πιλᾶτον ἡμεῖς τὸν Παῦλον, ἐκεῖνοι τὸν Βαραββᾶν ἡμεῖς τὸν Ἀβραάμ. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, ὅτι οἱ λογικοὶ ἄρνες τῇ δεσποτικῇ φάτνῃ παριστάμενοι τὸ τοῦ κυρίου σῶμα χλοάζονται. Οἱ ἄνθρωποι γεγόνασιν ἄγγελοι, οἱ δοῦλοι ἐλεύθεροι, οἱ στρατιῶται βασιλεῖς, οἱ τὴν τοῦ Ἀδὰμ μηλωτὴν περιφέροντες τὴν βασιλικὴν χλαῖναν περιβέβληνται. Γένοιτο δὲ πάντας ἡμᾶς τῆς τοῦ Χριστοῦ ἀναστάσεως ἀξίους εὑρεθῆναι καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.