1

 2

 3

 4

 5

 6

 7

 8

3

καταισχύνεσθαι, τὸ δὲ ἐναντίον ἐξέβαινε· λαμπρότερος ὁ ἀθλητὴς διὰ τῆς πομπῆς ἐκείνης ἐγίγνετο, καὶ πάντας τοὺς τὴν Κιλίκων χώραν οἰκοῦντας τῆς οἰκείας ἐποίει ζηλωτὰς ἀρετῆς. Πε ριήγετο πανταχοῦ, ἵνα μὴ μόνον ἐξ ἀκοῆς μάθωσι τὰ παλαίσματα, ἀλλὰ καὶ αὐτὸν βλέπωσι τὸν στεφα νίτην οἱ θεαταί· καὶ ὅσῳ μακροτέρους αὐτῷ ἐποίει τοὺς διαύλους, τοσούτῳ λαμπρότεροι οἱ δρόμοι πάν τες ἐγίγνοντο· ὅσῳ μείζονα ἐτίθει τὰ σκάμματα, το σούτῳ θαυμαστότερα ἀπέφαινε τὰ παλαίσματα· ὅσῳ τὴν θλῖψιν ἐπέτεινεν εἰς χρόνου μῆκος, τοσούτῳ τὴν ὑπομονὴν αὐτοῦ δοκιμωτέραν εἰργάζετο. Καὶ γὰρ χρυσίον πλείονα χρόνον τῇ τοῦ πυρὸς ὁμιλοῦν φύσει, καθαρώτερον γίνεται· καθάπερ τότε καὶ ἡ τοῦ ἁγίου ψυχὴ βασανιζομένη τῷ χρόνῳ μᾶλλον ἀπέλαμπε, καὶ οὐδὲν ἕτερον, ἀλλ' ἢ τρόπαιον καθ' ἑαυτοῦ καὶ τοῦ διαβόλου, τὸν μάρτυρα περιέφερεν, ἔλεγχον τῆς τῶν Ἑλλήνων ὠμότητος, ἀπόδειξιν τῆς τῶν Χριστιανῶν εὐσεβείας, μέγιστον τεκμήριον τῆς τοῦ Χριστοῦ δυνάμεως, παραίνεσιν καὶ συμβουλὴν τοῖς πιστοῖς, ὥστε προθύμως τοῖς αὐτοῖς ἐγκαρτερεῖν ἀγῶσι, κήρυκα τῆς τοῦ Θεοῦ δόξης, διδάσκαλον τῆς τῶν τοιούτων παλαισμάτων ἐπιστήμης.

Παρεκάλει γὰρ ἅπαντας πρὸς τὸν οἰκεῖον ζῆλον μεταναστῆναι, οὐχὶ διὰ τῆς φωνῆς μόνον συμβουλεύων, ἀλλὰ καὶ δι' αὐ τῶν τῶν πραγμάτων σάλπιγγος λαμπροτέραν ἀφιεὶς φωνήν. Καὶ καθάπερ οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, οὐχὶ φωνὴν ἀφιέντες, ἀλλὰ τῇ λαμπρότητι τῆς ὄψεως τὸν θεατὴν πρὸς τὸ θαῦμα τοῦ δημιουργοῦ παραπέμποντες· οὕτω δὴ καὶ ὁ μάρτυς ἐκεῖνος διηγεῖτο τότε δόξαν Θεοῦ, οὐρανὸς ὢν καὶ αὐτὸς, καὶ πολὺ τοῦ φαινομένου τούτου φαιδρότερος. Οὐ γὰρ οὕτω τὸν οὐρανὸν λαμπρὸν ἀποφαίνουσιν οἱ τῶν ἄστρων χοροὶ, ὡς τὸ τοῦ μάρτυρος σῶμα λαμπρό τερον ἀπέφηναν οἱ τῶν τραυμάτων ἰχῶρες. Καὶ ἵνα μάθητε ὅτι τὰ τραύματα τοῦ μάρτυρος τῶν ἐν οὐ ρανῷ πεπηγότων ἄστρων λαμπρότερα, σκοπεῖτε. Πρὸς ἐκεῖνον μὲν τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας καὶ ἄνθρωποι καὶ δαίμονες βλέπουσι, πρὸς δὲ τὰ τραύματα τούτου ἄνθρωποι μὲν βλέπουσιν οἱ πιστοὶ, δαίμονες δὲ ἀντιβλέψαι οὐ τολμῶσιν, ἀλλὰ κἂν ἐπιχειρήσωσιν ἰδεῖν, εὐθέως ἀποτυφλοῦνται τὰς ὄψεις, τὴν ἐκεῖθεν ἐκπηδῶσαν μαρμαρυγὴν οὐ δυνάμενοι φέρειν. Καὶ τοῦτο οὐκ ἀπὸ τῶν πάλαι συμβεβηκότων πιστώσομαι μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔτι καὶ νῦν γινομένων. Λαβὼν γάρ τινα δαιμονῶντα καὶ μαινόμενον εἰσάγαγε 50.670 πρὸς τὸν ἅγιον τάφον ἐκεῖνον, ἔνθα τοῦ μάρτυρος τὰ λείψανα, καὶ ὄψει πάντως ἀποπηδῶντα καὶ φεύγοντα. Καθάπερ γὰρ ἀνθράκων μέλλων ἐπιβαίνειν, οὕτως ἐξ αὐτῶν εὐθέως ἐξάλλεται τῶν προθύρων, οὐδὲ πρὸς τὴν θήκην αὐτὴν ἀντιβλέψαι τολμῶν. Εἰ δὲ νῦν μετὰ τοσοῦτον χρόνον, ὅτε κόνις ἐγένετο καὶ τέφρα, οὐ τολμῶσιν ἀναβλέψαι πρὸς τὸ μνῆμα, οὐδὲ πρὸς τὰ γυμνὰ ὀστᾶ τοῦ ἁγίου, εὔδηλον ὅτι καὶ τότε, ὅτε ἑώρων αὐτὸν αἵματι φοινισσόμενον πάντοθεν, τραύμασιν ἀποστίλβοντα μᾶλλον, ἢ τὸν ἥλιον ταῖς ἀκτῖσι, κατ επλάγησαν, καὶ πληγέντες τὰς ὄψεις ἀνεχώρησαν.

γʹ. Εἶδες πῶς τῶν οὐρανίων ἀστέρων τὰ τῶν μαρτύ ρων τραύματα

φαιδρότερα καὶ θαυμαστότερα, καὶ μεί ζονα ἔχει τὴν ἰσχύν; Ἤγετο τοίνυν εἰς μέσον ὁ ἅγιος, καὶ πικραὶ πανταχόθεν περιειστήκεισαν κολάσεις, φόβος τῶν μελλόντων, πόνος τῶν παρόντων, ὀδύνη τῶν ἐπελθόντων, ἀγωνία τῶν προσδοκωμένων. Καθά περ γάρ τινες θῆρες ἄγριοι οἱ δήμιοι περιστάντες αὐ τοῦ τὸ σῶμα διώρυττον τὰς πλευρὰς, κατέξαινον τὰς σάρκας, ἀπεγύμνουν ὀστᾶ, πρὸς αὐτὰ τὰ εἴσω τῶν σπλάγχνων ἐβάδιζον. Ἀλλ' ὅμως καὶ πάντα διερευ νώμενοι τὸν θησαυρὸν τῆς πίστεως ἀποσυλῆσαι οὐκ ἴσχυσαν. Ἐπὶ μὲν οὖν τῶν ταμείων τῶν βασιλικῶν, ἔνθα χρυσίον ἀπόκειται καὶ πλοῦτος ἕτερος ἄφατος, ἂν τοὺς τοίχους διέλῃς μόνον, ἂν τὰς θύρας ἀνοίξῃς, εὐθέως ὁρᾷς τὸν θησαυρὸν προκείμενον· ἐνταῦθα δὲ ἐπὶ τοῦ ἁγίου καὶ χριστοφόρου τούτου ναοῦ τὸ ἐναν τίον ἐγίγνετο. ∆ιεῖλον τοὺς τοίχους οἱ δήμιοι,