1

 2

 3

 4

3

πειρασμόν. Καθάπερ γὰρ δήμιός τις τοῖς σπλάγχνοις ἔνδον καθήμενος ἅπαντα καταξαίνει τὰ μέλη, πυρὸς παντὸς καὶ θηρίου σφο δρότερον κατεσθίων πάντοθεν τὸ σῶμα, διηνεκῆ τινα καὶ ἄῤῥητον παρέχων ὀδύνην. Καὶ ἵνα μάθῃς ὅσον ἐστὶ λιμὸς, καὶ τέκνων ἀπεγεύσαντο μητέρες πολλάκις, τὴν τοῦ κακοῦ τούτου βίαν οὐκ ἐνεγκοῦσαι· καὶ ταύτην τὴν συμφορὰν τραγῳδῶν ὁ προφήτης ἔλεγε· Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ τέκνα αὐτῶν. Οὓς ἔτεκον μητέρες κατήσθιον, καὶ τῶν γεννηθέντων παιδίων ἡ τεκοῦσα γαστὴρ ἐγένετο τάφος, καὶ φύσεως ἐκράτησεν ὁ λιμός· μᾶλλον δὲ οὐ φύσεως μόνον, ἀλλὰ καὶ τῆς προαιρέσεως· τῆς δὲ τοῦ ἁγίου τούτου γενναιότητος οὐκ ἐκράτησε. Τίς οὐκ ἂν ἐκπλαγείη ταῦτα ἀκούσας; Καίτοι τί φύσεως δυ νατώτερον; τί δὲ προαιρέσεως ὀξυῤῥεπέστερον; Ἀλλ' ἵνα μάθῃς, ὅτι τοῦ φόβου τοῦ Θεοῦ οὐδὲν ἰσχυρότερον, προαίρεσις φύσεως εὐτονωτέρα ἐφάνη, καὶ μητέρας μὲν ἤλεγξε, καὶ ὠδίνων ἐπιλαθέσθαι ἐποίησε, τὸν δὲ ἅγιον τοῦτον ὑποσκελίσαι οὐκ ἴσχυ σεν, οὐδὲ περιεγένετο τῆς φιλοσοφίας ἡ κόλασις, οὐδὲ τῆς ἀνδρείας ἐκράτησεν ἡ τιμωρία· ἀλλ' ἔμενεν ἀδάμαντος παντὸς ἰσχυρότερος, ταῖς ἀγαθαῖς ἐντρυ φῶν ἐλπίσι, καὶ τῇ τῶν ἀγώνων ἐγκαλλωπιζόμενος ὑποθέσει, ἱκανὴν παραμυθίαν ἔχων τῶν ἄθλων τὴν ἀφορμὴν, μάλιστα καθ' ἑκάστην ἀκούων Παύλου λέ γοντος· Ἐν λιμῷ καὶ δίψῃ, ἐν ψύχει καὶ γυμνότητι· καὶ πάλιν, Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζό μεθα· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπο ρευομένῳ διὰ στόματος Θεοῦ. Ὡς δὲ εἶδεν ὁ μιαρὸς δαίμων οὐκ ἐνδιδόντα τῇ τοσαύτῃ τοῦ πράγματος ἀνάγκῃ, ἔτι χαλεπωτέραν ἐποίει τὴν βάσανον. Καὶ γὰρ εἰδωλόθυτα λαβὼν, καὶ τὴν τράπεζαν τούτων 50.524 ἐμπλήσας, πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ τεθῆναι παρ εσκεύασεν, ἵνα τὸ τῆς ἐξουσίας ἕτοιμον ἐκλύσῃ τῆς προθυμίας τὴν εὐτονίαν.

Οὐ γὰρ οὕτως ἁλισκόμεθα μὴ φαινομένων τῶν δελεαζόντων πραγμάτων, ὡς πρὸ τῶν ὀφθαλμῶν κειμένων· ἐπεὶ καὶ τῆς γυναικῶν ἐπιθυμίας εὐκολώτερον ἄν τις κρατήσειε μὴ βλέπων γυναῖκα εὔμορφον, ἢ συνεχῶς εἰς αὐτὴν ἀτενίζων. Ἀλλ' ὅμως καὶ ταύτης ἐκράτησε τῆς ἐνέδρας ὁ δί καιος, καὶ ὅπερ ἐνόμιζεν ὁ διάβολος ἐκλύσειν αὐτοῦ τὴν ἀνδρείαν, τοῦτο μάλιστα αὐτὸν ἤλειψε πρὸς τοὺς ἀγῶνας· οὐ γὰρ μόνον οὐδὲν ἔπαθεν ἀπὸ τῆς ὄψεως τῶν εἰδωλοθύτων, ἀλλὰ καὶ μᾶλλον αὐτὰ ἀπεστρέ φετο καὶ ἐμίσει· καὶ ὅπερ ἐπὶ τῶν ἐχθρῶν πάσχομεν, ὅσῳπερ ἂν αὐτοὺς ἐμβλέψωμεν, τοσούτῳ μᾶλλον αὐτοὺς μισοῦμεν καὶ ἀποστρεφόμεθα, τοῦτο καὶ ἐκεῖνος ἐπὶ τῆς μιαρᾶς ἐκείνης ἔπασχε θυσίας τότε· μᾶλλον γὰρ αὐτὴν ὁρῶν ἐβδελύττετο καὶ ἀπεπήδα, καὶ ἡ συνεχὴς ὄψις μᾶλλον αὐτὸν εἰς μῖσος καὶ ἀπο τροπὴν τῶν προκειμένων ἐνέβαλλε· καὶ τοῦ λιμοῦ μέγα ἔνδοθεν ἐμβοῶντος, καὶ τῶν προκειμένων κε λεύοντος ἐφάπτεσθαι, ὁ τοῦ Θεοῦ φόβος τὰς χεῖρας ἀνέστελλε, καὶ τῆς φύσεως αὐτῆς ἐπιλαθέσθαι παρ εσκεύαζε· καὶ τράπεζαν ὁρῶν μιαρὰν καὶ ἐναγῆ, τραπέζης ἐμνήσθη ἑτέρας τῆς φρικώδους καὶ Πνεύ ματος γεμούσης, καὶ οὕτως ἐπυροῦτο, ὡς ἑλέσθαι πάντα ὑποστῆναι καὶ παθεῖν, ἢ τῶν μιαρῶν ἐκείνων ἀπογεύσασθαι ἐδεσμάτων. Ἀνεμνήσθη καὶ τῆς τρα πέζης ἐκείνης τῶν τριῶν παίδων, οἳ νέοι ληφθέντες, καὶ πάσης ἔρημοι προστασίας ὄντες, ἐν ἀλλοτρίᾳ γῇ καὶ βαρβάρῳ χώρᾳ τοσαύτην ἐπεδείξαντο φιλοσο φίαν, ὡς μέχρι νῦν ᾄδεσθαι τὴν ἀνδρείαν αὐτῶν. Καὶ οἱ μὲν Ἰουδαῖοι καὶ τὴν οἰκείαν ἔχοντες γῆν ἠσέβη σαν, καὶ ἐν τῷ ναῷ διατρίβοντες εἰδωλολάτρουν· οἱ δὲ νέοι ἐκεῖνοι εἰς τὴν βαρβαρικὴν ἀπενεχθέντες γῆν, ἔνθα εἴδωλα καὶ πάσης ἀσεβείας ὑπόθεσις, τὴν πα τρῴαν διετέλεσαν φυλάττοντες πολιτείαν. Εἰ τοίνυν οἱ αἰχμάλωτοι, καὶ δοῦλοι, καὶ νέοι πρὸ τῆς χάριτος τοσαύτην ἐπεδείξαντο φιλοσοφίαν, φησὶ, ποίας ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, μηδὲ πρὸς τὴν αὐτὴν ἐκείνοις ἀρετὴν φθάσαι δυνηθέντες;