1

 2

 3

 4

2

πάντως, κατὰ μικρὸν ἐκ τῶν ἔξω συνεδρίων καὶ διαλέξεων ὑποσυρομένης σου τῆς εὐπορίας. Καὶ ὅτι ταῦτά ἐστιν ἀληθῆ, ἀνα χωροῦντες ἐντεῦθεν σπουδάσατε τοὺς σήμερον ἀπο λειφθέντας ἰδεῖν, καὶ ὄψεσθε πόσον τὸ μέσον τῆς ὑμετέρας εὐθυμίας καὶ τῆς ἐκείνων ἀθυμίας. Οὐχ οὕτως ἐστὶ νύμφη καλὴ καὶ ἐπίχαρις ἐν παστάδι καθημένη, ὡς ἔστι ψυχὴ θαυμαστὴ καὶ ἔνδοξος ἐν Ἐκκλησίᾳ φαινομένη, μύρων πνέουσα πνευματικῶν. Ὁ γὰρ ἐνταῦθα μετὰ πίστεως καὶ σπουδῆς παραγι νόμενος, μυρίους λαβὼν ἄπεισι θησαυρούς· κἂν ἀνοίξῃ τὸ στόμα μόνον, πάσης εὐωδίας εὐθέως καὶ πλούτου πνευματικοῦ τοὺς συγγινομένους ἐνέπλησε κἂν μυρία προσπέσῃ δεινὰ, πάντα οἴσει ῥᾳδίως, ἱκανὴν ἀφορμὴν ἀπὸ τῶν θείων Γραφῶν ὑπομονῆς καὶ φιλοσοφίας ἐντεῦθεν λαβών. Καὶ καθάπερ ὁ διηνεκῶς ἐπὶ τῆς πέτρας ἑστὼς τῶν κυμάτων καταγελᾷ, οὕτως ὁ συνάξεως ἀπολαύων διηνεκοῦς, καὶ τοῖς θείοις ἀρδευόμενος λόγοις, καθάπερ ἐπὶ πέ τρας τῆς ὀρθῆς τῶν πραγμάτων κρίσεως στήσας ἑαυ τὸν, οὐδενὶ τῶν ἀνθρωπίνων ἁλώσεται, ἀνώτερον τῆς τῶν βιωτικῶν πραγμάτων καταστήσας ἑαυτὸν ἐπιδρο μῆς· οὐκ ἀπὸ συμβουλῆς δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ εὐχῆς, καὶ ἀπὸ πατρικῆς εὐλογίας, καὶ ἀπὸ κοινῆς συνόδου, καὶ ἀπὸ τῆς τῶν ἀδελφῶν ἀγάπης, καὶ ἐξ ἑτέρων μυρίων πολλὴν ὠφέλειαν καὶ ψυχαγωγίαν καρπωσάμενος, οὕτως ἀνεχώρησε, μυρία οἴκαδε φέρων ἀγαθά. Ὅρα οὖν πόσης μὲν ὑμεῖς σήμερον ἀπολαύσεσθε τῆς εὐλογίας, πόσην δὲ ὑποστήσονται ἐκεῖνοι τὴν ζημίαν. Ὑμεῖς μὲν γὰρ μαρτύρων μισθὸν λαμβάνοντες ἀπελεύσεσθε· ἐκεῖνοι δὲ πρὸς τῷ τοῦ κέρδους ἀποστερηθῆναι τούτου, καὶ ἑτέραν ὑποστήσον ται ζημίαν, ἐκ τῶν ἀνονήτων διατριβῶν πολὺν φρον τίδων ἐπισυρόμενοι φορυτόν. Ὥσπερ γὰρ ὁ δεχό μενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται· οὕτως ὁ δεχόμενος μάρτυρα εἰς ὄνομα μάρτυρος, μισθὸν μάρτυρος λήψεται· ὑποδοχὴ δὲ μάρτυρος τὸ συνελθεῖν εἰς τὴν ἐκείνου μνήμην, τὸ κοινωνῆσαι τῆς διηγήσεως τῶν ἄθλων, τὸ θαυμάσαι τὰ γεγενημένα, τὸ ζηλῶσαι τὴν ἀρετὴν, τὸ εἰς ἑτέρους ἐξενεγκεῖν τὰς ἀνδραγαθίας τὰς ἐκείνου· ταῦτα τῶν μαρτύρων τὰ ξένια· οὕτω τοὺς ἁγίους τούτους τις ὑποδέχεται, καθάπερ οὖν καὶ ὑμεῖς τήμερον πεποιήκατε.

βʹ. Χθὲς μὲν οὖν ὁ ∆εσπότης ἡμῶν ὕδατι ἐβαπτίσατο, σήμερον δὲ ὁ δοῦλος

αἵματι βαπτίζεται· χθὲς ἠνεῴχθη σαν οὐρανοῦ πύλαι, σήμερον κατεπατήθησαν ᾅδου πύ λαι. Καὶ μὴ θαυμάσητε, εἰ βάπτισμα τὸ μαρτύριον ἐκάλεσα· καὶ γὰρ καὶ ἐνταῦθα τὸ Πνεῦμα μετὰ πολ λῆς ἐφίπταται τῆς δαψιλείας, καὶ ἁμαρτημάτων ἀναί ρεσις καὶ ψυχῆς γίνεται καθαρμὸς θαυμαστός τις καὶ παράδοξος· καὶ ὥσπερ οἱ βαπτιζόμενοι τοῖς ὕδα σιν, οὕτως οἱ μαρτυροῦντες τῷ ἰδίῳ λούονται αἵματι· 50.523 ὃ δὴ καὶ ἐπὶ τούτου γεγένηται. Ἀλλὰ γὰρ πρὸ τῆς σφαγῆς ἀναγκαῖον εἰπεῖν τοῦ διαβόλου τὴν πανουρ γίαν. Συνιδὼν γὰρ ἐκεῖνος ὅτι πάσης τιμωρίας καὶ κολάσεως εἴδους κατεγέλασε, καὶ οὔτε κάμινον ἀν άψας, οὔτε βάραθρον ὀρύξας, οὔτε τροχὸν εὐτρεπίσας, οὔτε εἰς ξύλον ἀναγαγὼν, οὔτε εἰς κρημνοὺς ῥίψας, οὔτε εἰς θηρίων ὀδόντας ἐμβαλὼν ἴσχυσε περιγενέσθαι τῆς τοῦ ἁγίου φιλοσοφίας, ἕτερον ἐπενόησε χαλεπώ τερον τρόπον, καὶ περιῄει ζητῶν τιμωρίαν εὑρεῖν, ὥστε τὴν αὐτὴν ὁμοῦ καὶ δριμυτάτην γενέσθαι καὶ μακροτάτην. Ἐπειδὴ γὰρ τῶν κολάσεων αἱ μὲν ἀφό ρητοι ταχίστην παρέχουσι τὴν ἀπαλλαγὴν, αἱ δὲ ἐπιμηκέστεραι ὑποτέμνονται τὴν ὀδύνην, ἐσπούδασεν εὑρεῖν κόλασιν ὁμοῦ τε τὰ ἀμφότερα ἔχουσαν, καὶ μῆκος καὶ ὑπερβολὴν ὀδύνης ἀνήκεστον, ἵνα καὶ τῇ σφοδρότητι καὶ τῷ πλήθει τοῦ χρόνου τὸ στεῤῥὸν καταβάλῃ τῆς αὐτοῦ διανοίας. Καὶ τί ποιεῖ; Λιμῷ τὸν ἅγιον παραδίδωσι τοῦτον· σὺ δὲ λιμὸν ἀκούσας μὴ παρέλθῃς ἁπλῶς τὸ λεγό μενον· ἁπάντων γὰρ θανάτων οὗτός ἐστι χαλεπώ τατος. Καὶ μάρτυρες οἱ πεῖραν εἰληφότες· μὴ γὰρ δὴ ἡμεῖς πεῖραν λάβοιμεν· καλῶς γὰρ ἐδιδάχθημεν εὔχεσθαι, μὴ εἰσελθεῖν εἰς