1

 2

 3

3

τὸν θρόνον τὸν βασιλικὸν, πρὸς ἐκεῖνα ἔτρεχε τὰ βραβεῖα τῆς ἄνω κλήσεως, ἐκείνας ἐπόθει τὰς βασιλικὰς δωρεὰς τὰς παρὰ τοῦ ἐπουρανίου βασιλέως διανεμομένας τοῖς οἰκείοις αὐτοῦ ἀγωνισταῖς. Τίς ἂν οὖν λόγος ἀρκέσειε τὸν τοσοῦτον καὶ τηλικοῦτον ἀθλητὴν πρὸς ἀξίαν σεμνῦναι τῷ λόγῳ, τὸν διὰ τῶν ἔργων κηρυττόμενον καὶ καθάπερ στήλην ἀνεξάλειπτον καταλελοιπότα τῶν οἰκείων κατορθωμάτων τὴν μνήμην; Τούτου τὸν πόθον ζηλώσωμεν, καὶ τὴν ἀρετὴν μιμησώμεθα, ἵνα καὶ τῶν ἀποκειμένων στεφάνων ἀπολαύσωμεν, χάριτι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.