3
κρεμαμένην ἐπὶ ξύλου; οὐ τὴν ταφὴν τὴν ἐν μνημείῳ ὁ Ἰακὼβ προέγραψεν· Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων; οὐ τὰ τῆς ἀναστάσεως προανεβόησεν ὁ ∆αυΐδ· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν; οὐ τὰ τῆς ἀναλήψεως ὁ αὐτὸς προεῖπεν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ; Ἢ δείξατε τοίνυν ἐν ἄλλῳ τινὶ τῶν προφητειῶν τὴν ἔκβασιν, ἢ ὡς. Θεῷ τῷ ἐσταυρωμένῳ προσκυνεῖτε.
Ὑμεῖς γὰρ, ὦ ἀνόητοι, μὴ γινώσκοντες τὴν προφητείαν Μωϋσέως, ἐνομίζετε ψιλὸν ἄνθρωπον σταυροῦν· ἀλλ' ὁ ἐξ ὑμῶν, καθ' ὑμῶν δὲ μᾶλλον, τὸ σκεῦος τῆς ἐκλογῆς, Παῦλος κράζει· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Περὶ αὐτοῦ ἐλέγχων ὑμᾶς ὁ κορυφαῖος τῶν ἀποστόλων ἔλεγεν· Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἡρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε. Ταύτην ὑμῶν τὴν φωνὴν πόῤῥωθεν εἰδὼς Ἡσαΐας ἔλεγεν· Οὐαὶ τοῖς λέγουσι τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν! Οὕτω τοίνυν διαλεγομένου τοῦ Στεφάνου, Οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Καὶ καλῶς εἴρηται τὸ, Ἀντιστῆναι. Ἐπειδὴ γὰρ ἀνωτέρω εἶπεν, Ἀνέστησάν τινες τῶν ἐκ τῆς συναγωγῆς, ὧδε λέγει, Οὐκ ἴσχυον ἀντιστῆναι. Εἰς σιωπὴν οὖν ὠθοῦντο τὴν γλῶσσαν, συνέκλειον ἅπαντες τὰ οἰκεῖα χείλη, ἀνέστελλον τῶν λόγων τὰ βέλη, ἀπεκράτησαν τῶν ῥημάτων τὰ τόξα, ὑπὸ τὴν γλῶσσαν ἔκρυψαν τῆς κακίας τὸ δόρυ. Οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Ὢ τῶν καινῶν πραγμάτων! πῶς καλῶς συγγράφεται ὁ ἀοίδιμος Λουκᾶς; πῶς τὰς ἐπαγγελίας τοῦ Χριστοῦ εἰς πέρας ἕλκει; Εἶπε γὰρ ὁ Χριστὸς, ὅτι ∆ώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Καλῶς οὖν λέγει· Οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ, καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Ποίᾳ σοφίᾳ; Τῷ Χριστῷ τῷ ἐν αὐτῷ φθεγγομένῳ. Καὶ ὅτι ὁ Χριστὸς σοφία, ἡκέτω Παῦλος λέγων· Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Ὅτι δὲ λαλεῖ ἐν τοῖς εὐχαριστοῦσι, γράφων ἐν ἄλλοις ἔλεγεν· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν. Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ, του 59.504 τέστι, τῷ Χριστῷ. Τίς γὰρ ἀντιστήσεται αὐτῷ, καὶ ὑπομενεῖ; Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Ποίῳ πνεύματι; Τῷ Παρακλήτῳ, περὶ οὗ ἐν πρώτοις ἔλεγε· Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως· καὶ αὖθις, Ὑπάρχων δὲ Πνεύματος ἁγίου πλήρης, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ. Τότε οὖν ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν. ∆ιεδέξατο ψευδομαρτυρία τὸν φθόνον. Ὑπέβαλον ἄνδρας. Ἀργυρίου ἠγόρασαν τὸ ψεῦδος, ∆εῦτε, λέγοντες, ὦ τίμιοι ἄνδρες, τοῖς ἡμετέροις τὰ ὑμέτερα διακονήσατε· ἐν τοῖς ἡμῶν σκέμμασιν ἡ ὑμῶν ὑπουργήσειε γλῶσσα· τοῖς ἡμετέροις βουλεύμασιν ὑπηρετήσειε τὸ ὑμέτερον στόμα. Ἔκδικος γάρ τις τοῦ Γαλιλαίου ἀνέστη, ὑπέρμαχος ἐκείνου ἠγέρθη καὶ ἀντίμαχος. Θεὸν ἐν τάφῳ κείμενον γεραίρει· ∆ημιουργὸν τὸν ἐν τύμβῳ συγκλεισθέντα κηρύττει. Τὸν ἐν μνημείῳ τεθέντα ἐν τοῖς οὐρανοῖς φαντάζεται εἶναι· τὸν ὑπὸ στρατιωτῶν ἐμπαιχθέντα, σὺν τῇ στρατιᾷ τοῦ οὐρανοῦ φημίζει παραγενέσθαι· τὸν μήτε ἑαυτὸν ἐκδικῆσαι ἰσχύσαντα, κριτὴν ἐπαγγέλλεται τῆς κτίσεως. Ἰωσὴφ ἀπέθετο τὸ τούτου σῶμα ἐν μνημείῳ, καὶ οὗτος αὐτὸν ἐκ δεξιῶν τοῦ Θεοῦ φαντάζεται ὑπάρχειν. Οἱ μαθηταὶ αὐτὸν ἠρνήσαντο, ὡς ἀπατεῶνα, καὶ οὗτος λέγει, ὅτι πᾶσα γλῶσσα αὐτῷ ἐξομολογήσεται· ἐκ τοῦ σταυροῦ οὐκ ἴσχυσε καταβῆναι, καὶ δευτέραν αὐτοῦ παρουσίαν οὗτος ἐκ τῶν οὐρανῶν ἐπαγγέλλεται· οἱ κακοῦργοι αὐτὸν ἐβλασφήμουν μὴ δυνάμενον μήτε ἑαυτὸν σῶσαι, μήτε ἐκείνους· καὶ οὗτος τρανότατα κράζει, ὅτι αὐτός ἐστιν ὁ Σωτὴρ τοῦ κόσμου. Εἴδετέ ποτε τοιοῦτον τόλμημα; ἠκούσατε δὲ ὅλως τοιαύτης ἀπονοίας καὶ βλασφημίας ῥήματα; ὑπουργήσατε τοίνυν τῇ σκήψει, καὶ ἐπίκοινον παρὰ τῶν νῦν κομίσεσθε κλέος. Εἶτα οἱ ἀπόγονοι τῶν ἐπὶ Ναβουθὲ συκοφαντῶν τούτοις ἐχρήσαντο λόγοις· Ἀκηκόαμεν λαλοῦντος αὐτοῦ ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν.