3
στεφάνωσον τὸν βασιλέα τῇ νίκῃ, βράβευσον εἰρήνην τῷ κόσμῳ, δέξαι τοὺς ἱδρῶτας τῶν συνελθόντων, δέξαι τὴν πόλιν ἱκετεύουσάν σοι· τὴν κοινὴν πᾶσαν ἡλικίαν ἀπέστειλέ σοι πρεσβείαν.
Γέροντες καὶ νέοι προσπίπτομέν σου τῷ τάφῳ· παρθένοι καὶ νεανίσκοι περιπλεκόμεθά σου τῷ σώματι· νήπια στρουθίων δίκην ἀτενίζουσι πρὸς σὲ κεχηνότα· μὴ παρίδῃς σχῆμα τοιοῦτον· μὴ κενοὺς ἡμῶν ἀποπέμψῃς τοὺς πόνους· δὸς ἡμῖν ἄξιον μισθὸν τῶν ἱδρώτων. Οὐδὲν ἀπαιτοῦμέν σε μέγα· ἅπερ ἔχεις, αἰτοῦμεν· ἃ δίδως, ζητοῦμεν· ἃ θέλεις ἰδεῖν, ἐπιθυμοῦμεν· τὸν βάρβαρον ἡττηθέντα, τὸν Ἄρειον ἐλαθέντα, τὸν Βασιλέα στεφανωθέντα, τὸν κόσμον ἐπιστραφέντα, τὸν Χριστὸν ὑψωθέντα, καὶ παρὰ πάσης ὁμοῦ τῆς οἰκουμένης ἀκούοντα, Ὁ Κύριός μου καὶ ὁ Θεός μου· ᾧ ἡ δόξα, τιμὴ, καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.