1

 2

 3

 4

 5

 6

 7

 8

3

λανθανόντως δεξάμενος τὸν ἔπαινον, πάσης ἀλαζονείας ἀπήλλακται. Πάλιν ὁ συνειδὼς ἑαυτῷ ῥᾳθυμίαν, τῆς κατηγορίας ἀκούσας, ἐγένετο βελτίων ἀπὸ τῆς κατηγορίας, οὐδένα σχὼν τῆς ἐπιτιμήσεως γνωστῶν ἀνθρώπων· τοῦτο δὲ αὐτὸν οὐχ ὡς ἔτυχεν ὤνησε. ∆ιὰ γὰρ τὸ πρὸς τὴν τῶν πολλῶν ἐπτοῆσθαι δόξαν, ἕως μὲν ἂν λανθάνειν νομίζωμεν ὄντες κακοὶ, σπουδάζομεν γίνεσθαι βελτίους· ἐπειδὰν δὲ πᾶσι γενώμεθα κατάδηλοι, καὶ τὴν ἐκ τοῦ λανθάνειν ἀπολέσωμεν παραμυθίαν, ἀναισχυντότεροι καὶ ῥᾳθυμότεροι μᾶλλον γινόμεθα. Καὶ καθάπερ τὰ ἕλκη γυμνούμενα, καὶ ἀέρι ψυχρῷ συχνῶς ὁμιλοῦντα, χαλεπώτερα γίνονται· οὕτω καὶ ἡ ψυχὴ ἡμαρτηκυῖα, ἂν μεταξὺ πολλῶν ἐλέγχηται ἐφ' οἷς ἐπλημμέλησεν, ἀναισχυντοτέρα γίνεται. Ἵν' οὖν μὴ τοῦτο γένηται, λανθανόντως ὁ λόγος ὑμᾶς ἐθεράπευσε. Καὶ ἵνα μάθητε, ὅτι ἡ λανθάνουσα αὕτη ἰατρεία πολὺ τὸ κέρδος ἔχει, ἀκούσατε τί φησιν ὁ Χριστός· Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἔλεγξον αὐτόν· καὶ οὐκ εἶπε, μεταξὺ σοῦ καὶ τῆς πόλεως, οὐδὲ μεταξὺ σοῦ καὶ τοῦ δήμου, ἀλλὰ, Μεταξὺ σοῦ καὶ αὐτοῦ μόνον. Ἀμάρτυρος ἔστω, φησὶν, ἡ κατηγορία, ἵνα εὔκολος γένηται ἡ πρὸς διόρθωσιν μεταβολή. Μέγα ἄρα ἀγαθὸν, τὸ ποιεῖσθαι τὴν παραίνεσιν μὴ δημοσιευομένην. Ἀρκεῖ τὸ συνειδὸς, ἀρκεῖ ὁ κριτὴς ἐκεῖνος ὁ ἀδέκαστος. Οὐχ οὕτω σὺ ἐπιτιμᾷς τῷ ἡμαρτηκότι, ὡς τὸ συνειδὸς ἑαυτοῦ (πικρότερός ἐστιν ὁ κατήγορος ἐκεῖνος), οὔτε ἀκριβέστερον εἰδὼς τὰ πεπλημμελημένα. Μὴ τοίνυν προσθῇς τραῦμα τραύμασι, δημοσιεύων τὸν ἡμαρτηκότα, ἀλλ' ἀμάρτυρον ποιοῦ τὴν παραίνεσιν. Τοῦτο τοίνυν καὶ ἡμεῖς ποιοῦμεν νῦν, ὅπερ καὶ Παῦλος ἐποίησεν, ἀμάρτυρον κατασκευάζων τοῦ παρὰ Κορινθίοις ἡμαρτηκότος τὴν κατηγορίαν. Καὶ ἄκουε πῶς· ∆ιὰ τοῦτο, φησὶν, ἀδελφοὶ, μετεσχημάτισα ταῦτα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ. Καὶ μὴν οὐχὶ αὐτὸς, οὐδὲ Ἀπολλὼ ἦσαν οἱ σχίσαντες τὸν δῆμον καὶ τὴν Ἐκκλησίαν διατεμόντες· ἀλλ' ὅμως συνεσκίασε τὴν κατηγορίαν, καὶ καθάπερ προσωπείοις τισὶ, τοῖς αὐτοῦ καὶ Ἀπολλὼ ὀνόμασι τὰς τῶν ὑπευθύνων ἀποκρύψας ὄψεις, ἐξουσίαν αὐτοῖς ἐδίδου μεταβαλέσθαι ἐκ τῆς πονηρίας ἐκείνης. Καὶ πάλιν, Μήπως ἐλθόντα με ὁ Θεὸς ταπεινώσῃ, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν. Ὅρα πῶς καὶ ἐνταῦθα ἀδιορίστως λέγει τοὺς ἡμαρτηκότας, ἵνα μὴ φανερὰν ποιήσας τὴν κατηγορίαν, ἀναισχυντοτέραν ἐργάσηται τὴν τῶν ἡμαρτηκότων ψυχήν. Ὥσπερ οὖν ἡμεῖς μετὰ τοσαύτης φειδοῦς τοὺς ἐλέγχους ποιούμεθα, οὕτω, παρακαλῶ, καὶ ὑμεῖς μετὰ πάσης σπουδῆς δέξασθε τὴν διόρθωσιν, καὶ μετὰ ἀκριβείας τοῖς λεγομένοις προσέχετε. εʹ. ∆ιελέχθημεν ὑμῖν χθὲς περὶ τῆς δυνάμεως τῆς κατὰ τὴν εὐχήν. Ἔδειξα πῶς ὁ διάβολος τότε ἐφ 51.358 εδρεύει κακοῦργος ὤν. Ἐπειδὴ γὰρ μέγιστον κέρδος ἐκ τῆς εὐχῆς ὁρᾷ γινόμενον ἡμῖν, τότε μάλιστα ἐπιτίθεται· ἵνα ἡμᾶς ἐκκρούσῃ τῆς ἀπολογίας, ἵνα κεναῖς οἴκαδε ἀποπέμψῃ χερσί. Καὶ καθάπερ ἐπὶ τῶν ἀρχόντων, ἐπειδὰν οἱ τῆς τάξεως καὶ περὶ αὐτὸν ὄντες τὸν ἄρχοντα ἀπεχθῶς ἔχωσι πρὸς τοὺς ἐντυγχάνοντας, διὰ τῶν ῥάβδων πόῤῥωθεν αὐτοὺς ἀπελαύνουσι, κωλύοντες προσελθεῖν καὶ ἀποδύρασθαι καὶ φιλανθρωπίας τυχεῖν· οὕτω καὶ ὁ διάβολος, ἐπειδὰν ἴδῃ προσιόντας τῷ δικαστῇ, πόῤῥωθεν ἀπελαύνει, οὐ διὰ ῥάβδου, ἀλλὰ διὰ ῥᾳθυμίας. Οἶδε γὰρ, οἶδε σαφῶς, ὅτι ἂν προσέλθωσι νήφοντες, καὶ εἴπωσι τὰ ἡμαρτημένα, καὶ ἀποδύρωνται ζεούσῃ τῇ ψυχῇ, πολλὴν λαβόντες συγγνώμην ἀπέρχονται· φιλάνθρωπος γάρ ἐστιν ὁ Θεός· καὶ διὰ τοῦτο προλαμβάνει, καὶ ἀπάγει τῆς ἐντεύξεως αὐτοὺς, ἵνα μηδενὸς ὧν δέονται ἐπιτύχωσιν. Ἀλλ' οἱ μὲν στρατιῶται τῶν ἀρχόντων μετὰ βίας ἀποσοβοῦσι τοὺς ἐντυγχάνοντας· ὁ δὲ οὐ μετὰ ἀνάγκης, ἀλλ' ἀπατῶν ἡμᾶς καὶ εἰς ῥᾳθυμίαν ἐμβάλλων. ∆ιὰ τοῦτο οὐδὲ συγγνώμης ἐσμὲν ἄξιοι, ἑκόντες ἑαυτοὺς ἀποστεροῦντες τῶν ἀγαθῶν. Φῶς ἐστι διανοίας καὶ ψυχῆς ἡ μετὰ σπουδῆς εὐχὴ, φῶς ἄσβεστον καὶ διηνεκές. ∆ιὰ τοῦτο μυρίους συρφετοὺς λογισμῶν ἐμβάλλει ταῖς ἡμετέραις διανοίαις, καὶ ἅπερ οὐδέποτε ἐλογισάμεθα, ταῦτα