Χρίουσι τὰ βέλη τινὲς φαρμάκοις, ἵνα τραῦμα πᾶν γένηται καίριον· τὴν ἐν ὕλαις ἰσχὺν ἄλλοι τίθενται. Προδιαφθείρουσί τινες φεύγοντες τὰς νομάς· φαρμακεύουσι τὰ φρέατα πολλοί. Ἀλανοὺς δὲ εἷλεν Ἀλέξανδρος ἐλλέβορον γεωργῶν. Οὕτως οὐκ ἐκ τοῦ φανεροῦ μόνον ἐπιχειρητέον τοῖς ἀνθεστηκόσιν, ἀλλὰ γὰρ πολλαῖς τισι κατὰ τῶν πολεμίων καὶ ταῖς λανθανούσαις τέχναις στρατηγητέον. Ἐπινενόηται γοῦν Καρχηδονίων παλαιὸς οὗτος νόμος, ὅτι τοὺς στρατηγοὺς βουλευσαμένους μὲν τὰ ἄριστα, εἰ καὶ μὴ κατορθώσαντας, ἐτίμων, τοὺς δὲ προπετές τι ἐγχειρήσαντας καὶ καταπραξαμένους ἐκόλαζον, οὐ τῆς τύχης ποιούμενοι ἀλλὰ τῆς γνώμης τὴν κρίσιν· καλὸν δὲ καὶ τὸ ἰαμβεῖον τὸ ἀρχαῖον, ὡς λυσιτελέστερος πᾶσι τοῦ προπετοῦς ὁ ἀσφαλὴς ἡγεμών. Τέχναι μὲν οὖν στρατηγίας πλεῖσται καὶ οὐδὲν ὅ τι μὴ ἀνάγραπτον ὧν συμβαίνει διδάσκειν ἵνα μὴ γένωνται· ὑγιεινὰ στρατοπεδεύσεων καὶ ἔφυδρα χωρία, ὑψηλοτέρων καταλήψεις τόπων, ταφρεῖαι, προφυλακαί, νυκτοπορίαι, προϊππασίαι, διερευνήσεις, ἐνέδραι, κατασκοπαί, εὐοπλίαι, προνομείαι καὶ ἅμα τῷ ὕπνῳ παρασκευὴ διαρκής· πρὸς τοὺς πολεμίους ἐπὶ πᾶσιν ἀπιστία. Πρὸς μὲν οὖν τὸ ἐλέγξαι ὅσα κακουργοῦσι, φανερά, οἶμαι, καὶ τοῖς ὡμιληκόσιν ἱστορίαις γνώριμα· θηριακῶν μὲν ἀντιδότων προπόσεις τῶν ἰοφόρων βελῶν ἀλεξητήριον, ἀλλὰ καὶ τῶν ὑδάτων διεφθορότων τὸ ἴσον ἄκος· τὰς ἁλμοποσίας γ' ἂν διὰ τὸν ἀηδισμὸν τοῦ λαβεῖν τοῖς πολλοῖς παραιτοίμεθα· δένδρα δ' ἐχθρῶν ἐκκόπτων κωλύσεις τοὺς ἀντιπάλους λαθεῖν· εἰς δὲ τὸ μὴ χρῄζειν τῆς ἀλλοτρίας νομῆς ὁ ἐπιφερόμενος χιλὸς ἀρκεῖ καὶ ὅσα ἄλλα ἐπινενόηται εἰς στρατιὰ χρόνιον ἐς τὸ τῶν ἐπιτηδείων εὐπορεῖν ἔχειν καὶ πρὸς τὸ μηδὲν χαλεπὸν ὑπὸ τῶν ἐχθρῶν διατεθῆναι· ὅπερ καὶ πρῶτον ἀνδραγάθημα· τοῦ γὰρ ἀδικῆσαι πολλῷ τὸ μὴ παθεῖν κρεῖττον· Πύρρος γοῦν, Ῥωμαίους πλεονεκτῶν, ἀναλώθη. Χρόνῳ δὴ πρῶτον καὶ τριβῇ καὶ λιμῷ καὶ φθορᾷ μάλιστα κατὰ τῶν βαρβάρων χρηστέον, οἷς πρόσκαιρος ἡ τοῦ στρατεύματος συλλογὴ καὶ οὐ δύναμις διαρκής, ἀλλ' ἐξ ἐπιδρομῆς ἁρπαγή. Τροφάς τε γὰρ ἐπιφέρονται ἡμέραις μεμετρημένας καὶ ῥητὸν ἀριθμὸν βελῶν καὶ πρόδηλος, ἀναλωθέντων αὐτῶν, ἡ φυγή. Τί οὖν σπεύδουσιν πολεμίοις ἀπαντᾶν, οὕς, περιμείνας, ὄψομαι ὑπὸ τῆς αὑτῶν προθεσμίας δεδιωγμένους; Λιμὸς ἔπεισιν αὐτοὺς ὑπερήμερος, τῶν ὀλίγων τροφῶν μάτην ἀνηλωμένων. Ἄγε δὴ μὴ ἐπιτρέπωμεν μηδὲ λιμώττουσι ἐκείνοις φυγεῖν· κατασχέτω αὐτοὺς δίχα σιδήρου φθορά, δίχα μάχης ἡ τελευτή. Νικήσωμεν αὐτοὺς ἀέρι συμμάχῳ καὶ ὕδατι βοηθῷ· μετὰ τῶν στοιχείων κατ' αὐτῶν ὁπλισώμεθα. Ἀπορρήτου παρατάξεως στρατηγῶ, ἀσυμφανεῖ μάχῃ χρῶμαι. Πεσέτω πολέμιος πᾶς, ἀναπνεύσας, διψῶν, ἢ φαγών· ἐπικίνδυνα αὐτῷ πάντα ποιῶ. Λιμωττέτω μὲν ἂν μείνῃ, λοιμωττέτω δὲ ἵνα μὴ φύγῃ. Ἔργον μεγάλης ποιήσωμεν εὐχῆς. Ἐκένωσε τὰς Ἀθήνας πεπληρωμένας Λακεδαιμονίοις ἀὴρ συμμαχῶν, καὶ Καρχηδονίους τὸ τοιοῦτο κατάστημα κατέσχεν ἐν Σικελίᾳ. Ἀνατιθέασιν οἱ νικῶντες τοὺς τοιούτους πολέμους ἰδίοις θεοῖς. Ἐκείνους καὶ ἡμεῖς μιμησώμεθα τοὺς θεούς· αὐτόματος τύχη ὑπὸ τῆς ἡμετέρας τέχνης γίνεται. Τροφὴ μὲν οὖν οὕτως· ἄρτους ποιήσωμεν, τοὺς θρέψοντας τὴν ἐσχάτην ἡμέραν, ζῷα ἅπερ ἀνάγραπτα ἐπὶ τέλει κεῖται, ἐν πενταγώνῳ <αʹ>, ᾧ κατὰ γραμμοειδὲς ἔγκειται Λυδίου τρόπου προσλαμβανομένου σημεῖα, ζῆτα ἐλλιπὲς καὶ ταῦ ὕπτιον. Εἰς ἀγγεῖον κατάκλεισον ἀμφότερα κοινῇ, φιμώσας τὸ πῶμα πηλῷ, ὡς διάπνοιαν μὴ γενέσθαι τοῖς θηρίοις ὑφ' αὑτῶν ἔνδον ἀνηλωμένοις· εἶτ' αὐτῶν λειώσας τὰ λείψανα, εἰς τὸ ὕδωρ κάθες ὅθεν τὸ πέμμα φυρᾶται. Ταὐτὸ δὲ δράσεις ἂν τῷ χυλῷ τούτῳ τοὺς κριβάνους χρίσῃς· ἀλλὰ γὰρ τοῖς πέττουσι τοῦτο κίνδυνος <.....>. Τὸ αὔταρκες οὖν τῶν τοιούτων παρασκευάσας τροφῶν, πάρασχε τοῖς πολεμίοις ὃν δύνασαι τρόπον. Γένοιτο δ' ἂν ἀνυπόπτως, εἰ τὴν παρακομιδὴν ῥᾳθυμῶν τις ἐργάσαιτο εἰς τὴν τῶν ἐχθρῶν εὔκολον ἐπιδρομὴν καὶ εὐκταίαν τῶν φερομένων αὐτοῖς ἁρπαγήν, ἢ εἴ τις, πλασάμενος φυγὴν σπουδαίαν, παραχωρήσειεν ἐπιοῦσι τοῦ στρατοπέδου τοιαύταις