πάλιν ἀποκτεῖναι; Οὐχ ὑμεῖς τὸν λίθον ἀπεκυλίσατε, καὶ τῇ ἀπιστίᾳ ὡς λίθοι σκληρύνεσθε; Οὐχ ὑμῖν ἐπέτρεψε λῦσαι τὰς κειρίας, ἵνα μὴ ὡς ἐπὶ τοῦ ἐκ γεννητῆς τυφλοῦ ἄλλον ἐξ ἄλλου τάφου παραπηδήσαντα ψευδολογήσητε; Ἀεὶ ὑμεῖς τοῖς καλοῖς βασκαίνετε, ὦ φαρισαῖοι, καὶ τῷ πλήθει· πιστεύοντι ἐναντιοῦσθε. ∆ιὰ τοῦτο πάλιν τὸν Λάζαρον ἐβουλεύσασθε φονοκτονῆσαι, ἵνα τοῦ ὄχλου τὴν πίστιν ἐκκόψητε. Κείσθω ὅτι φονεύετε τὸν Λάζαρον, οὐ δύναται πάλιν αὐτὸν ἀναστῆσαι; Ἴδωμεν τίς κοπωθήσεται, ὑμεῖς φονεύοντες ἢ ἐκεῖνος ἐγείρων. Ὑμεῖς ἔργῳ καὶ κόπῳ φονεύετε, αὐτὸς λόγῳ ἀνίστησιν. Τίς μᾶλλον κοποῦται; Οὐχ ὁ λόγος τοῦ ἔργου κουφότερος; Σφαλλόμεθα, ὦ φαρισαῖοι, ὅτι ὡς βασιλεῖ προσήλθομεν τῷ κυρίῳ; Τὸν πῶλον θεωροῦντες μᾶλλον ἐνεδυναμώθημεν· διὸ καὶ βασιλέα κραταιὸν γνωρίζομεν καὶ ἔχομεν τὴν γραφὴν παρὰ πόδας, ἵνα μάθητε καὶ συνῆτε ὅτι οὐχ ἡμεῖς σφαλλόμεθα, ἀλλ' ὑμεῖς πλανᾶσθε. Ἔχετε τὸν προφήτην Ζαχαρίαν· τούτου τοὺς λόγους ἀναπτύξατε, φοβήθητε αὐτοῦ τὸ δρέπανον τῆς ἐκδικήσεως, ὅτι οὗτος ὁ προφήτης ἐκ πολλῶν τῶν χρόνων τὴν Ἰουδαίαν εὐαγγελιζόμενος κέκραγεν· Χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἥσυχος, καθήμενος ἐπὶ πῶλον ὄνου υἱὸν ὑποζυγίου. Μὴ σφαλλόμεθα τὴν γραφὴν ἀναγινώσκοντες καὶ τὸν βασιλέα γνωρίζοντες καὶ ἑαυτοὺς εὐεργετοῦντες καὶ τοὺς ἀμφιβάλλοντας ἐπιστρέφοντες; Τὸν προφήτην κατέχετε καὶ τὸν προφητευθέντα νοεῖν οὐ θέλετε; Ἀπόστητε τοιγαροῦν, ὦ φαρισαῖοι· ὅσον ἡμῖν ἐπίκεισθε, τοσοῦτον μᾶλλον ἡμῶν τὸν ζῆλον διεγείρετε. ∆ιὸ οὐ παυόμεθα βοῶντες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Γνωρίζομεν τὸ ὄνομα, ὦ φαρισαῖοι· τοῦτο τὸ ὄνομα τῆς Αἰγύπτου ἡμᾶς ἠλευθέρωσε καὶ τὴν θάλασσαν βατὴν πεποίηκε καὶ τὴν ἔρημον ἐπόλισε καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι ἐνῴκισε, τὸν προφήτην βοᾶν παρεσκεύασεν· Γνώτωσαν ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ ὅτι μὲν ὁ ὄχλος εὐπειθὴς ὑπῆρχεν, οἱ δὲ ἀρχιερεῖς ἀπειθεῖς, ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Καὶ συνεβουλεύσαντο οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀπο κτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν τῶν Ἰουδαίων ὑπῆγον καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Εἶδες τῶν ἀρχιερέων τὴν μανίαν; Ἵνα ἐκκόψωσι τῆς πίστεως τὸ πλῆθος , ἐζήτουν τὸν Λάζαρον ἀποκτεῖναι λέγοντες πρὸς ἑαυτούς· Ἐὰν τὸν Ἰησοῦν ἀποκτείνωμεν, καταλείψωμεν δὲ τὸν Λάζαρον ζῶντα, οὐδὲν ὠφελοῦμεν· τοῦτον γὰρ ὁρῶντες εἰς ἐκεῖνον πιστεύουσιν. Ὅπως οὖν μὴ καὶ μετὰ θάνατον πρόσκομμα ἡμῖν γένηται τοῦ πιστεύειν πάλιν τινὰς εἰς τὸν Ἰησοῦν, ἀποκτείνωμεν τὸν Λάζαρον, ἵνα πάντῃ τὴν μνήμην αὐτοῦ ἐξαλείψωμεν. Ταῦτα δὲ ἔλεγον οἱ ἀρχιερεῖς ὡς ἄνθρωποι ματαιόφρονες, μὴ συνιέντες ὅτι ὁ κύριος μέλλων τὸν ἑκούσιον θάνατον καταδέχεσθαι ὑπὲρ τῆς τοῦ κόσμου ἀθανασίας, οὐκ ἤμελλε τὸν Λάζαρον μόνον καὶ τὴν τούτου ἔγερσιν μνήμην τῷ κόσμῳ καταλιμπάνειν, ἀλλὰ καὶ τὸν ἀκαταμάχητον σταυρόν, ὃν οὐ δυνήσονται οὔτε πορθῆσαι οὔτε κρύψαι οὔτε ματαιῶσαι, διὰ πάσης τῆς οἰκουμένης δεικνύντα τῆς ἐνεργείας αὐτοῦ τὴν δύναμιν. Ποῖος γὰρ οἶκός ἐστιν ὁ μὴ ἔχων τοῦ σταυροῦ τὸ σημεῖον, τρόπαιον κατὰ δαιμόνων καὶ φυλακτήριον ψυχῶν ὑπάρχον; Τί οὖν ὁ εὐαγγελιστής; Καλὸν γὰρ καὶ τὴν κεφαλὴν τῆς πάσης περικοπῆς ψηλαφῆσαι. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν. Καὶ ποία αὕτη ἡ Πρὸ ἓξ ἡμερῶν ἡμέρα; Ἡ παροῦσα ἡμέρα, ἡ τὸν πρόδρομον Ἰωάννην χαρακτηρίζουσα. Ὥσπερ γὰρ Ἰωάννης προέδραμε τοῦ κυρίου, οὕτω καὶ αὕτη προέδραμε τῆς ἀναστάσεως· καὶ ὥσπερ ὁ Ἰωάννης δακτυλοδεικτῶν τὸν κύριον ἔλεγεν· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν