In ramos palmarum (homilia 3a) (sub nomine Joannis Chrysostomi)

 ἐδέξαντο τὴν ἀποκάλυψιν. Πόθεν ἐγνώριζεν ὁ ὄχλος βασιλέα τὸν κύριον; Οὐκ ἐφόρει διάδημα βασιλέως κοσμικοῦ, οὐ περιεβέβλητο ἁλουργίδα, οὐκ ἐπεφέρετο πλ

 πάλιν ἀποκτεῖναι; Οὐχ ὑμεῖς τὸν λίθον ἀπεκυλίσατε, καὶ τῇ ἀπιστίᾳ ὡς λίθοι σκληρύνεσθε; Οὐχ ὑμῖν ἐπέτρεψε λῦσαι τὰς κειρίας, ἵνα μὴ ὡς ἐπὶ τοῦ ἐκ γενν

 ἁμαρτίαν τοῦ κόσμου, οὕτω καὶ αὕτη δακτυλοδεικτοῦσα τὴν μέλλουσαν κυριακὴν κέκραγε λέγουσα· Ἴδε ἡ μήτηρ τῶν μελλόντων ἀναγεννᾶσθαι. Πρὸ ἓξ ἡμερῶν τοῦ

 

ἐδέξαντο τὴν ἀποκάλυψιν. Πόθεν ἐγνώριζεν ὁ ὄχλος βασιλέα τὸν κύριον; Οὐκ ἐφόρει διάδημα βασιλέως κοσμικοῦ, οὐ περιεβέβλητο ἁλουργίδα, οὐκ ἐπεφέρετο πλῆθος στρατοῦ, οὐ προέτρεχον αὐτοῦ ἵπποι καὶ ἅρματα καὶ ἀσπίδες χρυσο κόλλητοι, οὐκ ἐπωχεῖτο ἅρματι πορφυροστρώτῳ βασιλικῷ· πώλῳ δὲ ἐκαθέζετο ἀλλοτρίῳ, μικρῷ, δώδεκα μαθητὰς μόνους ἐπαγόμενος. Πόθεν οὖν ὁ ὄχλος ἔγνω αὐτὸν βασιλέα τυγχάνειν, εἰ μὴ ἄνωθεν ἔλαβε τὴν ἀποκάλυψιν; ∆ιὸ καὶ οὐκ ἐζήτουν ἐπὶ τοῦ κυρίου διάδημα κοσμικόν· ἔγνωσαν γὰρ αὐτὸν ἀνάρχως βασιλεύοντα. Οὐκ ἐζήτουν ἁλουργίδα· ἐθεώρουν γὰρ αὐτὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον. Οὐ περιεβλέποντο πλῆθος στρατοῦ, πεισθέντες τῷ εἰρηκότι προφήτῃ· Μύριαι μυριάδες ἀγγέλων ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες ἀρχαγγέλων παρειστήκεισαν αὐτῷ. Οὐκ ἐπεζήτουν ἵππους καὶ ἅρματα· ἐγνώρισαν γὰρ Χριστὸν ἁρματηλατοῦντα καὶ τοὺς εὐαγγελιστὰς καθάπερ ἵππους παρακολουθοῦντας, πεισθέντες τῷ εἰρηκότι προφήτῃ Ζαχαρίας δὲ οὗτός ἐστιν, ὅτι Ὀπίσω αὐτοῦ ἵπποι λευκοὶ καὶ πυρροὶ καὶ ποικίλοι καὶ ψαροί. Λευκὸς ἵππος Ματθαῖος, ὡς τὰ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου σαφέστερον ἐκθέμενος· ψαρὸς ἵππος Μάρκος, ὡς διανθέστερον τὸ εὐαγγέλιον γράψας· ποικίλος ἵππος Λουκᾶς, ὡς εὐγλωττότερον καὶ ποικίλα τὰ κατὰ τὸν κύριον ἐκθέμενος· πυρρὸς ἵππος Ἰωάννης, ὡς τὴν θεότητα τοῦ Χριστοῦ καθάπερ ἀστραπῇ πυρὸς τοῖς ἑαυτοῦ λόγοις ἐκλάμψας, ἐν ἀρχῇ ἦν ὁ λόγος λέγων καὶ θεὸς ἦν ὁ λόγος. Θεόθεν τοίνυν ὁ Ἱεροσολυμιτικὸς ἐκεῖνος πιστὸς ὄχλος τὴν ἀποκάλυψιν δεξάμενος οὐκ ἐσκανδαλίσθη ὑπὸ τοῦ εὐτελοῦς πώλου, ἀλλ' ἐνεδυναμώθη ὑπὸ τῆς δεσποτικῆς παρουσίας. ∆ιὸ μόνον εἶδον τὸν κύριον ἐπιβεβηκότα τῷ πώλῳ, εὐθέως προφητικαῖς προρρήσεσι νυχθέντες, ἀναλαβόντες τὰ βαΐα τῶν φοινίκων ἔλεγον πρὸς ἀλλήλους οἱ ὄχλοι· Τί ἀναμένομεν καὶ οὐκ ἐξερχόμεθα εἰς ἀπάντησιν τοῦ νοητοῦ φοίνικος κρατοῦντες τὰ βαΐα τῶν φοινίκων; Ὁ καρπὸς αὐτοῦ γλυκασμοῦ καὶ ἀθανασίας πλήρης· τὰ φύλλα αὐτοῦ τῆς οἰκουμένης ἰάματα· τὸ στέλεχος αὐτοῦ, τουτέστι τὸ ξύλον τοῦ σταυροῦ, τοῦ κόσμου παντὸς σωτηρία καὶ τρόπαιον τῆς κατὰ τοῦ διαβόλου νίκης. Ἠκούσαμεν τῆς ἐξ ἐθνῶν ἐκκλησίας ἐν τοῖς Ἄισμασι τῶν ᾀσμάτων βοώσης· Ἀναβήσομαι ἐπὶ τὸν φοίνικα, κρατήσω τῶν κλάδων αὐτοῦ. Προλάβωμεν τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καὶ ὡς φοίνικα νοητὸν καὶ ὡς βασιλέα κραταιὸν ἀσπασώμεθα. Ταῦτα τῶν ὄχλων λεγόντων καὶ διαπραττομένων καὶ τὸν κύριον εὐφημούντων, οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι δριμυχθέντες σφόδρα, ἐπετίμουν τοῖς ὄχλοις λέγοντες· Τί ποιεῖτε, τί ματαιολογεῖτε, προπετέστατοι; Ὡς θεῷ τῷ υἱῷ τοῦ τέκτονος προσέρχεσθε τὰ βαΐα κρατοῦντες; Κύριον ὀνομάζετε τὸν μὴ ἔχοντα ποῦ τὴν κεφαλὴν κλῖναι; Βασιλικὰς φωνὰς βάλλετε τῷ ἐπὶ πώλῳ ὄνου καθεζομένῳ; Οὐχὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ παρ' ἡμῖν εἰσιν; Παύσασθε, προπετέστατοι· εἰ δὲ μή, κολασθήσεσθε. ∆ιὰ τοῦτο γάρ ἐσμεν, ὅπως τοὺς ἐν ὑμῖν προπετεστάτους σημειωσώμεθα δίκας τῆς τόλμης ἀποτιννύντας. Ταῦτα ἀκούσαντες οἱ ὄχλοι τῶν ἀρχιερέων λεγόντων οὐ κινοῦνται μὲν πρὸς στάσιν τῆς εἰρήνης παρούσης, ἀποκρίνονται δὲ πρὸς αὐτοὺς τῆς χάριτος συνεργούσης· Μέμφεσθε ἡμῖν, φαρισαῖοι, καὶ κόλασιν ἀπειλεῖτε ὡς βλασφημίαν προϊεμένοις; Τίνες κολάσεως ἄξιοι, ὑμεῖς οἱ τὰς γραφὰς ἀναγινώσκοντες καὶ μὴ νοοῦντες, ἢ ἡμεῖς οἱ ἀκούοντες καὶ κρατοῦντες; Σφαλλόμεθα βαΐα τῶν φοινίκων τῷ κυρίῳ προσφέροντες; Οὐκ αὐτός ἐστιν ὁ τῆς δικαιοσύνης φοῖνιξ; Οὐ περὶ αὐτοῦ κέκραγεν ὁ προφήτης· ∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει; Οὐκ αὐτὸς ἤνθησε τῶν τυφλῶν τὴν ἀνάβλεψιν; Οὐ χωλοῖς ἀκώλυτον τὸν δρόμον ἐχαρίσατο; Οὐ τὸν παράλυτον τὴν βαστάσασαν κλίνην βαστάσαι πεποίηκεν; Οὐ τὸν τεταρταῖον Λάζαρον ἐξήγειρεν ἐκ θανάτου; Οὐ διὰ τοῦτο βούλεσθε τὸν Λάζαρον