1

 2

 3

3

πράγματα ἀληθῆ τὰ ἐν τῷ μέλλοντι αἰῶνι. καὶ γὰρ ὅσον ἀπᾴδει εἰκὼν ἀληθείας, τοσοῦτον εἰκόνος σκιά· ἡ μὲν γὰρ εἰκών, εἰ καὶ μὴ αὐτὴν ἔχει τὴν ἀλήθειαν, πλὴν μίμημα ἐναργὲς ὑπάρχει τῆς 467 ἀληθείας καὶ σχῆμα σώζουσα διὰ τῶν χρωμάτων καὶ ἀναλογίαν μελῶν καὶ τὸ χρῶμα τοῦ ὑποκειμένου· ἡ δὲ σκιὰ ἴνδαλμα ἀμυδρόν ἐστι τῆς εἰκόνος, οὐδὲν τούτων ὧν ἡ εἰκὼν ὑποφαίνουσα. καὶ ἡγοῦμαι τὸν ἐν ἁγίοις Γρηγόριον ἐκ τούτων τῶν ἀποστολικῶν ῥητῶν προαχθῆναι εἰπεῖν τὰ προκείμενα. ὅμοια δὲ τῷ Γρηγορίῳ καὶ ἄλλοι πλείους εἶπον πατέρες. hebr 10,4 Οὐ γὰρ μόνον, φησίν, ἐπὶ ταῖς ἐπιγινομέναις ἁμαρτίαις αἱ θυσίαι προσεφέροντο, ἀλλὰ μᾶλλον ἐπὶ πάσαις, ὡς μὴ ἀφεθείσαις ταῖς ἤδη γενομέναις θυσίαις. hebr 10,21 Οἶκον θεοῦ τοὺς πιστοὺς λέγει κατὰ τὸ ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. hebr 10,26 Σημαίωσαι ὅτι οὐκ εἶπεν ἁμαρτησάντων, ἀλλὰ τῷ παρατατικῷ ἐχρήσατο, δεῖξαι θέλων τὸ ἄχρι τελευτῆς ἐπιμένειν τῇ ἁμαρτίᾳ· ἔνθεν γὰρ μάλιστα δῆλον ὅτι οὐκ ἀναιρεῖ τὴν μετάνοιαν. hebr 11,4 Ἢ διὰ τῆς πίστεως. λαλεῖ δὲ τῇ φήμῃ, τῇ δόξῃ, τῇ μνήμῃ. hebr 11,27 Ἢ ὅτι οὐκ ἐφοβήθη μὴ τοσοῦτος γένηται ὁ θυμὸς ὡς ἀναζητῆσαι αὐτὸν φεύγοντα· ὅθεν οὐ μακρὰν ἀλλ' ἐκ νειτόνων ἀπέδρα. τοῦτο δὲ πίστεως ἦν. hebr 11,32 Ὁ χρόνος ὁ τῇ ἐπιστολῇ, φησίν, ἁρμόδιος, καὶ οἶον ἡ συμμετρία. hebr 12,2 Ἢ τὸ ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς οὕτω δέξαι ὡς καὶ Γρηγόριός φησιν· ᾧ ἐξόν, φησί, μένειν ἐπὶ τῆς ἰδίας δόξης τε 468 καὶ θεότητος, οὐ μόνον ἑαυτὸν ἐκένωσεν ἄχρι τῆς τοῦ δούλου μορφῆς, ἀλλὰ καὶ σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας. Ἱκανὸς οὖν, φησί, καὶ ἀμείψασθαι ὑμᾶς ὑπὲρ τῶν δι' αὐτὸν θλίψεων· οὐ γὰρ μόνον ἐσταυρώθη, ἀλλὰ καὶ ἐν δεξιᾷ κάθηται τοῦ θεοῦ, τῆς δεξιᾶς καὶ τῆς καθέδρας τὸ ἰσότιμον παριστώσης. hebr 12,9 Οὔτε γὰρ ἰσχύουσι δι' ὅλου παιδεύειν ἡμᾶς, ἵνα τελείους ἐργάσωνται, ὁ δὲ θεὸς ἀεὶ παιδεύων τελείους ποιεῖ· ἢ γὰρ θάνατος τοῦ πατρός, ἢ αὔξησις τοῦ παιδὸς ἵστησι τὴν παιδείαν. hebr 12,17 Τινὲς οὕτως ἑρμηνεύουσιν· καίτοι μετὰ δακρύων ἐκζητήσας τὴν εὐλογίαν, τοῦτ' ἔστι καὶ τὸ μετανοίας τόπον οὐχ εὗρεν διὰ μέσου. hebr 12,23 Πρωτοτόκων δὲ λέγει τοὺς ἁγίους, τοὺς τὸ ἐξαίρετον τῆς παρὰ τοὺς λοιποὺς πιστοὺς υἱοθεσίας ἠξιωμένους, ἀπὸ τῶν παρ' ἡμῖν πρωτοτόκων οἳ ἐκ τῶν πρωτοτοκίων ἔχουσί τινα πρεσβείαν. hebr 12,27 Τὸ ἔτι ἅπαξ δηλοῖ τὸ μετὰ τὸ δεύτερον προσθῆναι ἄλλο ἅπαξ. πρῶτον μὲν γὰρ ἐσείσθη ὁ κόσμος ἐπὶ τῆς ἐν Σινᾷ νομοθεσίας· γῆ γὰρ ἐσείσθη, ὁ ∆αυὶδ λέγει. πάλιν ἐπὶ τῆς ἐν σαρκὶ ἐπιδημίας ἐσείσθη ὁ κόσμος· ἐσείσθη γὰρ πᾶσα Ἰερουσαλήμ, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου. σεισμὸν δὲ λέγει τὸ οἷον ἐξάκουστον τοῦ κηρύγματος, δι' οὗ ἐσείσθησαν ἀπὸ τῆς πάλαι ἐν τῇ πλάνῃ στάσεως καὶ μετηνέχθησαν οἱ ἄνθρωποι. οὕτως ὁ Κύριλλος. τὸ δὲ ἔτι ἅπαξ, λέγει, ἐν τῇ δευτέρᾳ αὐτοῦ μετὰ δόξης παρουσίᾳ, ὅταν μεταποιῇ καὶ ἐναλλάσσῃ τὴν κτίσιν· τότε γὰρ μάλιστα σεισθήσεται ἡ 469 κτίσις τὸν ὄντως σεισμὸν καὶ πάταγον ἢ τὴν μετάθεσιν τὴν ἀπὸ τοῦ κακοῦ εἰς τὸ ἀγαθὸν τῶν τότε φθανομένων ἀνθρώπων. πρόσχες καὶ τῇ παραγραφῇ τοῦ μακαρίου Κυρίλλου εἰς τὸν Ἀγγαῖον. hebr 12,29 Ἢ αὐτοὺς πτοῆσθαι θέλει μὴ ἀχαριστεῖν μηδὲ γογγύζειν ἐπὶ ταῖς θλίψεσιν, μήπως, φησίν, ὀργιζομένου καὶ τιμωρουμένου τύχητε τοῦ θεοῦ· ἢ παραμυθήσασθαι, ὡς εἰ ἔλεγεν· ἡμεῖς ἐπὶ ταῖς θλίψεσιν εὐχαριστήσομεν, ἔχομεν γὰρ δεσπότην ἐξαναλῶσαι τοὺς ὑπεναντίους δυνάμενον.