1

 2

 3

2

6,2 Μᾶλλον οὗτοι Ἰουδαϊκώτερον φρονοῦντες διὰ τὸ διαφόρους καὶ πολλοὺς ἐν τῷ νόμῳ εἶναι βαπτισμούς, ἠβούλοντο καὶ τὸ τῆς νέας βάπτισμα τὸ τὴν παλιγγενεσίαν δωρούμενον πολλάκις βαπτίζεσθαι διὰ τὸ ἀφέσεως ἁμαρτιῶν πολλάκις ἐθέλειν ἀξιοῦσθαι. hebr 7,25 Ἢ τὸ ἐντυγχάνει δέξαι καθὼς τὸ ἔχομεν αὐτὸν παράκλητον πρὸς τὸν πατέρα. ἐξ αὐτῆς, φησί, τῆς ἐνανθρωπήσεως παρακαλεῖ καὶ προτρέπεται τὸν πατέρα ἐλεεῖν ἡμᾶς. hebr 8,10 Ὅτι γὰρ τοῦτό ἐστιν, ἔνθεν δῆλον. τίς μετέπειθεν εὐχερῶς τινα ἐν τῇ παλαιᾷ ἀποστῆναι τῆς ἰδίας δεισιδαιμονίας; τοὐναντίον μὲν οὖν ἀπὸ τῆς θεογνωσίας ὁ Ἰσραὴλ εἰς τὴν πλάνην μετετίθετο ἀπειθὴς ὤν. 465 hebr 9,1 4 Ἡ πρώτη ὡς πρὸς τὰ Ἅγια τῶν Ἁγίων, ἐπεὶ οὐκ ἦν πρώτηἀλλὰ μέση· πρώτη γὰρ ἦν ἔνθα τὸ χαλκοῦν θυσιαστήριον τὸ τῶν θυσιῶν καὶ ὁλοκαυτωμάτων, δευτέρα δὲ αὕτη περὶ ἧς φησιν· ἐν ᾗ ἡ λυχνία καὶ ἡ πρόθεσις τῶν ἄρτων ἐν τῇ τραπέζῃ, τρίτη ἐν ᾗ τὸ χρυσοῦν θυμιατήριον καὶ ἡ κιβωτὸς τῆς θιαθήκης. Τρεῖς ἐσημειωσάμην εἰς τὸ Ὀκτάτευχον σκηνὰς οὔσας· μίαν μέν, περὶ ἧς φησιν τὸ ἅγιον κοσμικόν, ἔνθα ἦν τὸ χαλκοῦν θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, καὶ παντὶ ἐξῆν τῷ λαῷ εἰσιέναι καὶ τὰς θυσίας ἐπιτελεῖν· δευτέραν δὲ ἔνθα τοῖς ἱερεῦσιν ἐξῆν ἀεὶ τὰς λατρείας ἐπιτελεῖν, ἔνθα ἦν ἡ λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων· τρίτη ἔνθα ἦν τὸ θυμιατήριον καὶ ἡ κιβωτὸς ἐν ᾗ ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσῄει μόνος ὁ ἀρχιερεύς. hebr 9,5 7 Ἦν γὰρ ἐπάνω τῆς κιβωτοῦ ὡσανεὶ τράπεζά τις τετράγωνος χρυσῆ ὅπερ ἱλαστήριον ἐκαλεῖτο, τυποῦσα τὸν Χριστὸν τὸν λεγόμενον ἡμῖν ἱλασμὸν καὶ ἀπολύτρωσιν. ὅρα τὴν ἐν τῇ Ἐξόδῳ παραγραφὴν ἐν τοῖς περὶ τούτων τόποις. Ἐν τῇ Ἐξόδῳ ἐν τοῖς περὶ τούτων τόποις φησὶν ὅτι δὶς τῆς ἡμέρας εἰσῄει ὁ ἀρχιερεὺς ἐν τοῖς Ἁγίοις τῶν Ἁγίων θυμιάσων. γέγραπται γὰρ οὕτως· καὶ θυμιάσει ἐπ' αὐτοῦ τοῦτ' ἔστιν ἐπὶ τοῦ χρυσοῦ θυμιατηρίου οὗ ἦν ἐν τοῖς Ἁγίοις τῶν Ἁγίων Ἀαρὼν θυμίαμασυνθέσεως λεπτῆς τὸ πρωῒ πρωΐ· ὅταν ἐπισκευάζῃ τοὺς λύχνους, θυμιάσει ἐπ' αὐτοῦ, καὶ ὅταν ἅπτῃ Ἀαρὼν τοὺς λύχνους τὸ ὀψέ, θυμιάσει θυμίαμα ἐνδελεχισμοῦ. πῶς οὖν ὧδέ φησιν ὁ ἅγιος Παῦλος· ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς; καί φαμεν ὅτι μετὰ αἵματος μὲν ἅπαξ εἰσῄει τοῦ ἐνιαυτοῦ, ὡς ἐν αὐτῷ τῷ τόπῳ τῆς Ἐξόδου φησίν, θυμιάσων δὲ δὶς τῆς ἡμέρας. καὶ γὰρ ὧδέ φησιν· οὐ χωρὶς αἵματος, τοῦτ' ἔστι μετὰ αἵματος, ἵνα ᾖ οὕτως· ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς μετὰ αἵματος, οὐ μετὰ θυμιάματος. 466 hebr 9,12 Ἢ ἐπειδὴ κεφαλὴ τῆς ἀνθρωπότητος ἠξίωσεν εἶναι, τὰ ἡμῖν κατορθωθέντα αὐτῷ κατωρθῶσθαι λέγει ὁ ἀπόστολος. hebr 9,27 Ἢ ὅτι, ἐπειδὴ καὶ ἄνθρωπος ἦν μετὰ τοῦ εἶναι θεὸς, καὶ αὐτός, φησί, τὸ κοινὸν τῶν ἀνθρώπων ὑπέμεινεν· ὥσπερ γὰρ οἱ ἄνθρωποι ἅπαξ ἀποθνῄσκουσιν, οὕτως καὶ ὁ Χριστός. hebr 9,28 Ἢ τὸ εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας ἐν τῷ σταυρῷ φησιν, ἵνα καὶ σβέσῃ αὐτάς, διδοὺς τὴν ὑπὲρ αὐτῶν δίκην. Νῦν ἁμαρτίαν αὐτὸν ποιήσας ὁ πατὴρ ἔπεμψεν· καὶ γὰρ ἦν σφόδρα ἁμαρτωλὸς ὁ Χριστός, ὡς τὰς τοῦ παντὸς κόσμου ἀναλαβὼν καὶ οἰκειωσάμενος ἁμαρτίας. ἀλλὰ τὴν ἁμαρτωλοῖς προσήκουσαν, δῆτα ὀφειλομένην δίκην δοὺς διὰ τοῦ σταυροῦ, λοιπὸν μετὰ τῆς πατρῴας ἥξει δόξης, οὐκέτι ὡς ἁμαρτωλός, οὐκέτι μετὰ τῶν ἀνόμων καταλογιζόμενος. ὅτι γὰρ ἁμαρτωλὸς ὁ Χριστός, ἄκουε· τὸν γὰρ μὴ γνόντα, φησίν, ἁμαρτίαν ἁμαρτίαν ἐποίησεν, οἷον αὐτόχρημα ἁμαρτίαν. hebr 10,1 ∆ύνῃ καὶ οὕτως νοῆσαι· εἴρηται τῷ ἐν ἁγίοις Γρηγορίῳ ἐν τῷ Ἀπολογητικῷ καὶ ἐν τῷ Πρὸς τοὺς πολιτευομένους, τὰ νῦν θεῖα μυστήρια ἀντίτυπα εἶναι μειζόνων μυστηρίων. καὶ πάλιν ἐν τῷ Περὶ ἀναστάσεως· "Μεταληψώμεθα, φησί, τοῦ πάσχα, νῦν μὲν τυπικῶς, εἰς ὕστερον δὲ τελεώτερον· τὸ γὰρ νομικὸν πάσχα, τολμῶ καὶ λέγω, τύπου τύπος ἦν". τούτων οὕτως εἰρημένων. οἶδεν ἐν τούτοις ὁ ἀπόστολος σκιὰν καὶ εἰκόνα καὶ μέλλοντα ἀγαθὰ ἃ καὶ πράγματα καλεῖ, τοῦτ' ἔστιν ἀληθῆ· ὡς γὰρ πρὸς παράθεσιν σκιᾶς καὶ εἰκόνος τὰ πράγματα ἀληθῆ δηλοῖ καὶ γάρ ἐστιν ἀλήθεια , σκιὰν μὲν οὖν οἶδε τὰ ἐν νόμῳ, εἰκόνα δὲ τὰ ἡμέτερα τῶν Χριστιανῶν, μέλλοντα δὲ ἀγαθὰ καὶ