δύσκολον ἔχοι, κα θάπερ ἡ τῶν χρημάτων ἐπιθυμία· νοῦς καθαρὸς ἐγγί ζει σοφίᾳ· ἐπειδὴ τὸ εὖ γινώσκει· ὁ δὲ ἀκάθαρτος μα κρυνθήσεται ἀπ' αὐτῆς. Τούτου τοῦ ξύλου μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ μεταλαμβάνειν κωλύεται· εἴπερ ἀπὸ καρπῶν δι καιοσύνης φυτεύεται δένδρον ζωῆς· τὸ δὲ δένδρον ζωῆς, ἡ τοῦ Θεοῦ σοφία ἐστί· δικαίως δὲ ἅψασθαι κεκώλυται τούτου τοῦ ξύλου πᾶς παράνομος. Ὁ Θεὸς τῇ μὲν σοφίᾳ καὶ τὴν γῆν ἐθεμελίωσε· διὰ δὲ τῆς αἰσθήσεως αὐτοῦ ἐῤῥάγησαν ἄβυσσοι, τὰ δὲ νέφη ἐῤῥύησαν δρόσους· ἢν οὖν ἐνταῦθα γῆν εἶπε, Παῦλος ὁ ἅγιος πλάτος ὠνόμασε· καὶ τοὺς ἐνταῦθα οὐρανοὺς λεγομένους, ὕψος ἐκεῖνος ἐν τῇ πρὸς Ἐφε σίους καλεῖ· καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους, ὀνομάζει βάθος· τὰ δεδροσωμένα νέφη, μῆκος κα λεῖ· ταῦτα δὲ πάντα λογικῶν ἐστι φύσεων σύμβολα, διαιρουμένων κόσμοις καὶ σώματι κατὰ ἀναλογίαν τῆς καταστάσεως· ἁρμόζει τοῦτο καὶ νῦν τῷ Υἱῷ τοῦ Θεοῦ· ἀλλὰ καὶ ἡ ψυχὴ ἡ πιστὴ, γῆ ἐστιν ἑκατονταπλασίον καρποφοροῦσα· αὕτη δὲ ἐκ τῆς πιότητος, ἥτις ἐστὶ σοφία, σοφή· θεμελιοῦντος αὐ τὴν ἐπ' αὐτῇ τοῦ Θεοῦ· ἑδράζει γὰρ αὐτὴν τὴν συναγωγὴν τῆς διδασκαλίας, καὶ πῆξιν ἀπὸ σο φίας ποιούμενος· καὶ ἀεὶ προκοπτούσης, οὐρανὸν ἀπεργάζεται, καθαρώτατον κτίσμα, ἀγγέλων τε καὶ τῶν νοερῶν οὐσιῶν οἰκητήριον, λαβοῦσάν τε αἴσθη 17.169 σιν τοῦ ὄντος, καὶ κατανοοῦσαν τὴν τῶν πραγμά των ἀκρίβειαν, οἱονεὶ τὸ πολύμυθον τῶν τοῦ Θεοῦ κριμάτων. Πρὸς μόνην τὴν σοφίαν ἀδυνατοῦσιν οἱ δαίμονες, λογισμοὺς ἐμβάλλειν εἰς τὴν καρδίαν τοῦ σεσοφισμέ νου μὴ συγχωρούμενοι· ὁ γὰρ νοῦς τοῖς τῆς σοφίας ἀντιποιούμενος θεωρήμασιν, ἀνεπίδεκτος γίνεται λογισμῶν ἀκαθάρτων. -Νοῦς καθαρὸς ἐγγίζει σο φίᾳ, ἐπειδὴ τὸ εὖ γινώσκει· ὁ δὲ ἀκάθαρτος μα κρυνθήσεται ἀπ' αὐτῆς. Πρόσκομμα λογικῆς φύσεώς ἐστι λογισμὸς ἀκά θαρτος, ἢ γνῶσις ψευδής· ὁ δὲ τῇ τοῦ Θεοῦ βουλῇ περιστοιχειούμενος, ἐν τούτοις οὐ προσκόπτει. Οὔτε ἔφοδος, φησὶ, πονηρῶν λογισμῶν φοβήσει τὸν γεγονότα σοφὸν, οὔτε ἀσεβεῖς ἔξωθεν ἐπιόντες τὴν αὐτοῦ καθαιρήσουσι δύναμιν, ἐρημῶσαι θέλον τες τῶν φύσει καλῶν· τὸν γὰρ ἀνάλωτον οὐδεὶς δυ νήσεται λαβεῖν· καίτοι, τί τοῦ ἀσεβοῦς αὐθαδέστε ρον; Ἀλλὰ καὶ αὐτοῦ φησι τοῦ παντοδαποῦ θηρίου περιγενήσῃ, πρᾶος ὢν καὶ ἐπιεικὴς, τοῦ Κυρίου ὄντος μετὰ σοῦ· ἐντεῦθεν δὲ μανθάνομεν, ὡς ἡ ἐλεη μοσύνη περιαιρεῖ φοβερὰς φαντασίας, νύκτωρ ἡμῖν συμβαινούσας, ἢ καὶ θεωρητικῶς· οὐ μόνον δὲ, ἀλλὰ καὶ τῶν ἐν τῇ μεταστάσει πονηρῶν κατηγοριῶν, καὶ τῶν ἐν τῇ κρίσει βλαπτικῶν κολάσεων περιαιρεῖ τοὺς οὕτω φρονοῦντας· τὸ αὐτὸ δὲ ποιεῖ καὶ πραότας καὶ ἀοργησία, καὶ μακροθυμία, καὶ ὅσα πέφυκε κα ταστέλλειν τὸν θυμὸν ταρασσόμενον· εἴπερ ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ τὰ φοβερὰ φάσματα εἴωθε γί νεσθαι. Οὐ μόνον τῶν ἐδωδίμων μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐν δεῆ, ἀλλὰ καὶ γνώσεως Θεοῦ καὶ σοφίας καὶ ἐντο λῶν· καὶ πᾶν ὁτιοῦν Θεῷ φίλον καὶ πρὸς αὐτὸν οἰκειοῦν, μὴ ἀπόσχῃ εὖ ποιεῖν τῷ ἐνδεομένῳ σου. Αὕτη ἡ πρὸς τὸν πλησίον ἔχθρα ἀπεργάζεταί τινα κακὸν, οὐ μόνον σωματικὸν, ἀλλὰ καὶ ψυχικόν. Ἄγνοια Κυρίου ἐν οἴκοις ἀσεβῶν, γνῶσις δὲ Θεοῦ ἐν ψυχαῖς δικαίων· ἐπαύλεις δικαίων εὐλογοῦνται, ὅταν ὁ Χριστὸς ἀπονέμῃ τὰ γέρα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτῶν· τοῖς ἀσεβέσι δὲ κατάραν καὶ οὐκ εὐλο γίαν. Ἡ ἄκρα κακία καὶ εἰς τέλος ἐπηρμένη, ὑπερ ηφανία καλεῖται· ἀντιτάσσεται δὲ Κύριος τοῖς μὲν ἀδίκοις, ὡς δικαιοσύνη· τοῖς ψεύσταις, ὡς ἀλήθεια· τοῖς δὲ ὑπερηφάνοις, ὡς ταπεινοφροσύνη· διὸ καὶ τοῖς ταπεινὰ φρονοῦσι φίλος ἐστί· τοῦτο γάρ ἐστι τὸ, ∆ίδωσι χάριν ταπεινοῖς· τοῖς δὲ ὑπερηφάνοις ἀν τιτάσσεται. ∆όξαν οὐράνιον κληρονομήσουσιν οἱ τὴν ἔνθεον σοφίαν μαθόντες τε καὶ διδάξαντες· ὕψωσαν δὲ ἑαυ τοῖς ἀτιμίαν οἱ ἀσεβεῖς ἐνώπιον ἀγγέλων καὶ ἀν θρώπων παρὰ τοῦ Χριστοῦ. Παιδείαν, τὴν ἠθικὴν ἀρετὴν λέγει· ἔννοιαν, τὴν θείαν γνῶσιν· υἱὸς δὲ ἀρετῶν ὁ κατ' αὐτὰς πεποιω 17.172 μένος, ὃς οὐκ ἄλλου χάριν, ἀλλ' ἕνεκα τῆς ἀρετῆς τὰ κατ' αὐτὴν ἐνεργεῖ. ∆ῶρον ἀγαθὸν δωροῦμαι ὑμῖν, τὴν ἐπουράνιον βα σιλείαν, ἐὰν τὸν νόμον μου μὴ ἐγκαταλίπητε· ση μειωτέον