εχουσι. 3.4 Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου ει, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Τὸ τηνικαῦτα ὑψοῦται νοῦς, ὁπηνίκα αν ἐπιβάλλῃ τῇ πολυποικίλῳ τοῦ Θεοῦ σοφίᾳ. -Τοῦ ἁγίου δόξα ὁ Θεός. Πᾶς δὲ ου δόξα ἐστὶν ὁ Θεὸς, ὑψοῦται ὑπ' αὐτοῦ. - Τὴν κεφαλὴν, τουτέστιν τῆς ψυχῆς τὸ επαρμα. Ωσπερ γὰρ ὑψοῦται κεφαλὴ τοῦ κατὰ σῶμα μεμεγεθυσμένου παρὰ τὰς τῶν ὑποδεεστέ ρων κεφαλὰς κάτω κειμένας, ουτως καὶ δια ναστάσης τῆς τοῦ μακαρίου ψυχῆς, ἡ κε φαλὴ ὑψοῦται, Θεοῦ συνεργοῦντος αὐτῇ. 3.5 Καὶ ἐπήκουσέν μου ἐξ ορους ἁγίου αὐτοῦ. Ορα εἰ δύναται ειναι ορος αγιον ὁ Μο νογενὴς, οθεν ἐπακούσει ὁ Θεός. 3.8 ̓Ανάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, οτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραί νοντάς μοι ματαίως. ̓Οδόντας ἁμαρτωλῶν συνέτριψας. ̔Εκάστῳ ὁ Θεὸς εχει τινὰ κατάστασιν· οις τισιν ἀνέστη, τοὺς καὶ σώζει· τοὺς δὲ μα ταίως ἐχθραίνοντας πατάσσει. - Ματαίως ἐχθραινόντων τοιοῦτον δὲ τό· ἐμίσησάν με δωρεάν· ὁποῖοι δὲ οἱ συντριβόμενοι ὑπὸ Κυ ρίου τῶν ἁμαρτωλῶν ὁδόντες, τοιοῦτοι καὶ ουτοι περὶ ων ειρηται· ἐκεῖ εσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τοῦ φα γόντος τὸν ομφακα αἱμωδιάσουσιν οἱ ὀδόν τες αὐτοῦ. 4.1 Εἰς τὸ τέλος, ἐν ψαλμοῖς, ᾠδὴ τῷ ∆αυίδ. ̔Υπόθεσις. Πολλῶν ψαλμῶν κατὰ μὲν τοὺς Οʹ ἐχόντων ἐπιγραφὴν Εἰς τὸ τέλος, κατὰ δὲ τοὺς λοιποὺς τὰ κατάλληλα τῷ Εἰς τὸ τέλος ἐνθάδε ἀποδιδόμενα, αξιον, οση δύναμις, ἐξιχνεῦσαι τὸν δηλούμενον ὑπὸ τῆς λέξεως νοῦν. ̓Ιστέον δὲ, οτι, ωσπερ πάσης τέχνης καὶ ἐπιστήμης ἐστὶ τὸ τέλος, ἐφ' ο σπεύδει ὁ γνησίως τὴν τέχνην η τὴν ἐπι στήμην μετιὼν, ουτως καὶ τῆς λογικῆς φύ σεως δεῖ τέλος τυγχάνειν. Τοῦτο δέ ἐστι τὸ ἐν Χριστῷ ζωοποιηθῆναι, κατὰ τὰ εἰρημένα Παύλῳ τῷ σοφωτάτῳ ἐν τῇ πρώτῃ πρὸς Κο ρινθίους ἐπιστολῇ· Ωσπερ γὰρ ἐν τῷ ̓Αδὰμ πάντες ἀποθνήσκουσιν, ουτως καὶ ἐν τῷ Χρι στῷ πάντες ζωοποιηθήσονται, εκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. - Οσον δὲ ἐν τῷ λέγειν· ἐν τῷ ἰδίῳ τάγματι, οὐχ εν τέλος ὑπογράφει πάντων· εἰκὸς γὰρ εκαστον κατὰ τὴν ἀξίαν τῶν πεπραγμένων ζωοποιηθήσεσθαι, ητοι χωρὶς βασάνου ἐπὶ τοῦτο ἐρχόμενον, η μετὰ κολάσεις. Ζωοποιήσας δὲ Χριστὸς πάντας ἐν αὑτῷ τοὺς ἐν τῷ ̓Αδὰμ ἀποθνήσκοντας, βασι λεύει τῶν ζωοποιηθέντων. -Νομίζομεν τοί νυν τοὺς Εἰς τὸ τέλος ἐπιγεγραμμένους ψαλ μοὺς, τοῦ τέλους τινὰ ἐπιγράφειν νοῦν, καὶ ἐπ' ἐκεῖνο τοὺς συνιέντας τὰ λεγόμενα παρα καλεῖν. -Παντὶ δὲ ἀγωνιζομένῳ τυγχάνει καὶ ἡ νίκη τέλος. Πολλαὶ μὲν ουν αἱ τῶν κατὰ μέρος νῖκαι, καὶ τέλος, καθάπερ Παύ λου οτε μὲν λέγοντος· ̓Εν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς, οτε δέ· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ον ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτὴς, οὐ μό νον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπη κόσιν τὴν ἐπιφάνειαν αὐτοῦ. 4.2 ̓Εν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνας μοι. Οὐ μετὰ τὸ ἐπικαλεῖσθαι εἰσήκουσέν με, ἀλλ' ἐν τῷ ἐπικαλεῖσθαι. - Οταν τῶν θλίψεων καὶ τῶν πειρασμῶν τοὺς λόγους ἐπιγινώσκομεν, τότε μάλιστα πλατυνόμεθα. -Εἰ καὶ ὡς ανθρωπος ὁ προφήτης ἐπι καλεῖται, καὶ διὰ τὸ ἐπικαλεῖσθαι, εἰσακούε ται ὑπὸ Θεοῦ τῆς δικαιοσύνης αὐτοῦ, λέγω δὲ τῆς δικαιοσύνης τοῦ λέγοντος, καὶ διὰ τοῦτο ἐν πλατυσμῷ κατὰ τοὺς καιροὺς τῆς θλίψεως γίνεται· ἀλλά γε ὡς πρὸς τὸν Θεὸν ὁ τοιοῦτος ων, κάτω ἐστίν. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ανθρωπος ταπεινὸς, καὶ δεῖται τοῦ οἰκτειρηθῆναι ὑπὸ Θεοῦ. 4.3 Υἱοὶ ἀνθρώπων, εως πότε βαρυ κάρδιοι; Τό· υἱοὶ ἀνθρώπων, ὁ μέν τις οἰήσεται περιφραστικῶς εἰρῆσθαι, ὡς καὶ Ελλησιν εθος τῷ τοιούτῳ χρῆσθαι σχηματισμῷ λέ γουσιν· υιες ̓Αχαίων, καὶ τὰ ομοια. - ̓Εν-ταῦθα γινώσκομεν οτι βαρείας φύσεώς ἐστιν ἡ κακία, διόπερ ὁ ἐρχόμενος εἰς τὴν Αι γυπτον Κύριος, ἐπὶ νεφέλης λέγεται καθέ ζεσθαι κούφης. Νεφέλη δὲ κούφη ἐστὶ φύσις λογικὴ, πάσης ἀρετῆς πληρωμένη καὶ γνώ σεως. 4.4 Καὶ γνῶτε οτι