μὲν αὐτὸν τοῖς υἱοῖς τοῦ Θεοῦ, ὑπερτίθησι δὲ πάλιν αὐτῶν καθ' οσον αἱ νεφέλαι τῆς γῆς ὑψηλοτέραι· οὐχ οτι κα τὰ τοσοῦτον διαφέρει αὐτοῖς, ἀλλ' οτι οὐκ ειχεν αλλο μεῖζον ὑπόδειγμα εἰπεῖν. Νεφέ λαι γὰρ τοὺς οὐρανίους λέγει τόπους, ἀπὸ μέρους τὸ πᾶν ὀνομάζων. Καὶ τοῦτο δὲ ἐπι σημαντέον, ὡσεί που αἰνίττεται τὰ κατὰ Χριστὸν, καὶ ἐκκλησίας μνημονεύει, ὡς ἐν τοῖς ἀπὸ βάρεων ἐλεφαντίνων, ἀντὶ τοῦ οι κων λαμπρῶν αγαν καὶ ἐνδόξων. Εἰ γὰρ μὴ παρὰ τοῦ Υἱοῦ ην, ειπεν αν ὡς καὶ ἀλλαχοῦ· Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν θεοῖς; Καὶ γὰρ σαρκωθεὶς καὶ δούλου μορφὴν ὑποδὺς, ἀσύγκριτος ην. - Η ουτως, οτι καὶ τῶν ἐπουρανίων καὶ ἐπιγείων ὑπέρκειται, καὶ παρὰ τῶν ἀσυγκρίτων ὑπέρτερος ει, καὶ οὐ δείς σοι τῶν οντων παραβληθῆναι δυνήσε ται. - ̓Αλλὰ καὶ ουτός ἐστιν ἀσύγκριτος ὑπὲρ πάσας τὰς οὐρανίους. Αἱ μὲν γὰρ οἰ κετικὸν εχουσι τάγμα, ὁ δὲ δεσπότης τῶν ολων ἐστὶ Κύριος. ̓Αλλ' οὐδὲ ἐν υἱοῖς Θεοῦ ἐστί τις ομοιος αὐτῷ, οτι φασίν· ̓Εκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντα ἐλάβομεν. Οὐκοῦν ὡς Θεὸς ἐξ ἰδίου πληρώματος, οἱ δὲ πλουτοῦσι παρ' αὐτῷ; - Εστι καὶ ὁ Χρισ τὸς ἐν ταῖς νεφέλαις, τοῖς προφήταις καὶ ἀγγέλοις, ἀλλ' οὐκ ἰσοῦνται ουτοι τῷ Κυρίῳ, καν αυξησιν σπούδοντες ἐπὶ τὴν ἰσότητα αὐ τοῦ· οὐ μόνον ουν οὐκ ἰσωθήσεταί τις τῶν ἀγγέλων τῷ Κυρίῳ, ἀλλ' οὐδὲ ὁμοιωθήσεται. -Η τὸ τίς ἐπαπορητικῶς ειρηται, τασσό μενον ἐπὶ τοῦ σπανίου. Ειτα ἐχόμενος τῆς συγκρίσεως, λέγει· ̓Εν βουλῇ τῶν ἁγίων. Βουλὴν τὴν συναγωγὴν λέγει· τὴν συλλογὴν αἰνίττεται ουν, οτι με τὰ πάντων τῶν ἁγίων φαινομένων ὑπεραίρει τῇ δόξῃ, ὡς καὶ φοβερὸς ειναι τῷ κύκλῳ αὐ τοῦ, καὶ φοβερός ἐστι τοῖς τῶν ἐντολῶν αὐ τοῦ παρακούουσι. Καλῶς δὲ ἀποστροφῇ χρῆται, ινα τὴν ἀλήθειαν τοῦ λεγομένου μη νύσῃ· ἐπιφέρει γὰρ ὡς πρὸς αὐτὸν διαλεγό μενος· 88.9 Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, τίς ομοιός σοι; δυνατὸς ει, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. ̔Η μὲν ἀλήθεια, ὁ Χριστὸς κύκλῳ τοῦ Πατρός· οἱ δὲ ἐν Χριστῷ, περὶ κύκλῳ αὐ τοῦ, ἐφ' ου μέγας ἐστι τοῖς καθαρᾷ καρδίᾳ βλέπουσιν αὐτὸν, καὶ φοβερὸς κατὰ πλητ τομένους αὐτὸν, καὶ μὴ χωροῦντας αὐτῷ ἐ νορᾶν. -Οὐδεμία λογικὴ φύσις ὁμοία ἐστι τῷ Χριστῷ· ἡ μὲν γὰρ τῶν γεγονότων θεω ρίαν γινώσκει· ὁ δὲ καὶ αὐτὸν ἐπίσταται τὸν τὰ πάντα ποιήσαντα· ου ὁ Χριστὸς κυκλοῖ τὴν γνῶσιν, τὴν τοῦ Πατρὸς, ἀλλ' αὐτὴ κυκ λοῖ τὸν Χριστόν· πολλὴν δὲ ἐν τούτῳ τῷ ῥη τῷ καὶ βαθυτάτην θεωρίαν ἀποκεῖσθαι νο μίζω, ην ὁ ἐξαπλῶσαι βουλόμενος, παρελεύ σεται τοὺς τῶν σχολίων κανόνας. 88.11 Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον, καὶ ἐν τῷ βραχίονι τῆς δυνά μεως διεσκόρπισας τοὺς ἐχθρούς σου. Αἰνίττεται ουν, ὡς δυνατοῦ οντος αὐτοῦ τὰ τῶν πολεμίων ὑπερηφανίας καταστέλ λειν. 88.13 Τὸν Βοῤῥᾶν καὶ θάλασσαν σὺ εκτι σας, Θαβὼρ καὶ ̔Ερμωνιεὶμ τῷ ὀνόματί σου ἀγαλλιάσονται. ̔Ο ̓Ακύλας· Βοῤῥᾶν καὶ δεξιάν. ̔Η εʹ εκδοσις· Βοῤῥᾶν, νότον. ∆οκεῖ δὲ διὰ τῶν δύο ακρων τὸν απαντα κόσμον τῆς οἰκουμένης δηλοῦν· ἀπὸ γὰρ τοῦ εἰπεῖν τὸν Βοῤῥᾶν καὶ μεσημβρίαν, σημαίνει πάντα τὰ κλίματα· καὶ διὰ μὲν τοῦ Βοῤῥᾶ τὰ ἀρίστερα μέρη· διὰ δὲ τὴν θάλασσαν τὰ τῆς ἑσπέρας (θά λασσαν γὰρ ἡ γραφὴ τὴν ἑσπέραν καλεῖ) διὰ δὲ τοῦ ̔Ερμωνιεὶμ, τὸν νότον· καὶ διὰ τοῦ Θαβὼρ, τὴν ἀνατολήν· Θαβὼρ καὶ ̔Ερ μὼν ορη εἰσὶν ἐν Παλαιστίνῃ. ̔Ο δεσπόζων, εφη, πάντων τῶν κλιμάτων, ευφρανον τὰ ορη ταῦτα τῇ ἐπικλήσει σου, ἐπαγαγὼν ἡμᾶς ἐν αὐτοῖς οἰκοῦντας. -∆ιὰ τούτων πᾶσαν τὴν γῆν τῆς ἐπαγγελίας ἐδήλωσεν· ταῦτα γὰρ ἐ κείνης εἰσιν ορη τῆς γῆς. Οὐ μὴν τὰ ορη τοῦ το δράσειν ειρηκεν, ἀλλὰ τοὺς παρὰ τὰ ορη κατοικοῦντας ἀνθρώπους, τοὺς ἐναντιουμέ νους ̓Ιουδαίους καὶ τὸν κόσμον σὺ πάλιν ἐνε καίνισας. -Αὐτὸς γάρ ἐστιν ὁ ἐπιτιμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ποιῶν γαλήνην μεγάλην, ινα φθάσαντες οἱ ἐμπλέοντες ἀπελ θεῖν δύνωνται εἰς τὴν γῆν, ἐφ' ην σπεύδου σιν. Τὸν Βοῤῥᾶν ιστησιν ὁ νότος, τουτέστιν ἐν τῷ πνεύματι ζέων τὸ ἐν κακίᾳ ψυχρόν· ἑαυτῷ δὲ ποιεῖ νοῦς Βοῤῥᾶν καὶ αὐτὴν ψυ χὴν ποιεῖ θάλασσαν· οὐχὶ ουν Βοῤῥᾶς, οὐδὲ [θάλασσα] καθὸ θάλασσα ἐκτίσθησαν