3
ἑλόντι καὶ οἰκήσαντι τὴν Ἱερουσαλήμ . οὗτος δέ ἐστι Νάθαν ὃν γενεαλογεῖ ὁ μακάριος Λουκᾶς, ὁ δὲ μακάριος Ματθαῖος Σολομῶνα τὸν ἀδελφὸν αὐτοῦ γενεαλογεῖ. καὶ ἐντεῦθεν, λέγω δὴ ἀπὸ τῶν μνημονευθέντων υἱῶν τοῦ ∆αβίδ, ὁ μὲν δι' ἑτέρας λέγεται γενεαλογίας, ὁ δὲ δι' ἄλλης. 17 Ὥστε καὶ ἐντεῦθεν δείκνυται ὅτι, ὅπερ ὁ θεὸς οὐ ποιεῖ μὲν συγχωρεῖ δὲ γενέσθαι, πεποιηκέναι λέγεται. ὡμολόγηται τοίνυν ὅτι οὐκ ἦν ἔργον τοῦ θεοῦ ἡ ἐπανάστασις τοῦ Ἀβεσσαλὼμ καὶ ἡ τοῦ Σεμεῒ λοιδορία καὶ τὸ βαλεῖν αὐτὸν λίθοις τὸν ∆αβίδ. τρανότερον δὲ δείκνυσιν ὅ φημι τὸ λέγειν τὸν ∆αβίδ· ἄφες αὐτὸν ἀρᾶσθαι, ὅτι κύριος εἴρηκεν αὐτῷ, ὅπως ἴδοι τὴν ταπείνωσίν μου, καὶ ἀνταποδώσει μοι κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐ τοῦ τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ . φανερὸν γὰρ ὅτι οὐκ ἤρεσκε τῷ θεῷ τὸ γινόμενον· ὃ δὲ οὐκ ἤρεσκεν, οὐκ ἂν ἐνετείλατο ποιεῖν. 18 Εἰ ἐν τῷ ζήλῳ τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα ὁ Σαοὺλ τοὺς Γαβαωνίτας ἀνελεῖν ἐπεχείρησεν, μεθ' ὧν συνθήκας ἐποιήσατο Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ πᾶς ὁ λαός, καὶ διὰ τοῦτο ἑπτὰ τοῦ Σαοὺλ ἀνῃρέθησαν οἱ ἀπὸ τῶν θυγατέρων αὐτοῦ γεγεννημένοι, τίνος ἕνεκεν οὐχ αἱ φυλαὶ ἐν αἰτίαις, ἀλλ' οἱ μηδὲν ἠδικηκότες δίκην δεδώκασι; τοῦτο γὰρ ἄδικον. πλὴν εἰ μή τις εἴποι Σαοὺλ βασιλέα ὄντα ἀδυνάτως ἔχειν ἀντιστῆναι τοῖς Ἰσραηλίταις καὶ τῇ φυλῇ Ἰούδα, καὶ μὴ λῦσαι τὰς συνθήκας τῶν πατέρων τὰς πρὸς τοὺς Γαβαωνίτας. ἐγὼ δὲ προσθοίμην ἂν τούτοις τὸ τοῦ θεοῦ οἰκονομίαν εἶναι τὸ γένος τοῦ Σαοὺλ ἀναλωθῆναι πᾶν, ὅσον ὑπωπτεύετό ποτε ἀντι ποιεῖσθαι τοῦ βασιλικοῦ ἀξιώματος διά τε τοῦτο ἐπαναστήσεσθαι τῷ ∆αβὶδ καὶ τοῖς τούτου παισίν. τὸ δὲ ἐξηλίασαν αὐτοὺς οἱ Γαβαωνῖται ἐναντίον κυρίου ἐν τῷ ὄρει ἀντὶ τοῦ ἀναιρεθέν τας οὐκ ἔθαψαν, ἀλλ' εἴασαν ὑπὸ τὸν ἥλιον κεῖσθαι. καὶ ἐξελύ θησάν φησιν καὶ ἔλαβεν αὐτοὺς ∆ὰν υἱὸς Ἰωὰ τῶν ἀπογό νων τῶν γιγάντων . πάντως που βούλεται λέγειν ὅτι τοὺς ὑπὸ τὸν ἥλιον τεθέντας λαβὼν ὁ γίγας ἀνείλετο ἐκλελυμένους ἤδη ὑπὸ τῆς ἡλιακῆς φλογός. {Ὁ λόγος ὁ κατὰ τοὺς Γαβαωνίτας ἄγνωστος καθέστηκεν, εἰ μή πού γε εἴπωμεν ὅτι, ἡνίκα ἐκάθητο ἐν Γαβεὲ τοῦ πολεμεῖν, καὶ ἐτρο πώσατο τοὺς ἀλλοφύλους ὁ Σαοὺλ καὶ ἀπώλεσεν μετ' αὐτῶν καὶ τοὺς Γαβαωνίτας. καὶ ἔστι τὸ διήγημα ἐν τριακοστῷ δευτέρῳ καὶ τριακοστῷ τρίτῳ ἀριθμῷ τῆς πρώτης Βασιλείας καὶ τριακοστῷ ἑβδόμῳ, ἔνθα φησίν· «καὶ ἐπολέμει κύκλῳ πάντας τοὺς ἐχθροὺς αὐ τοῦ» καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τὸ ῥητόν, τοῦτό ἐστι· Σαοὺλ ἠδίκησεν κατ' αὐτοῦ, καὶ ἐκ τοῦ οἴκου αὐτοῦ γεγένηται ἡ ἐκδίκησις τῆς ἀδι κίας ἡ ἐπὶ Ἰησοῦν. Οὐκ ἀδικοῦνται δὲ συναιρούμενοι τῷ ἐν ἀρχῇ οἱ ἐξ ἐκείνου τὸ εἶναι λαχόντες. ὅθεν γὰρ ἔσχον τὸ εἶναι, ἐντεῦθεν τὸ μὴ εἶναι ἔχοντες, εἰ δέ τινος ἀγαθοῦ δι' ἑαυτοὺς ἦσαν ἄξιοι, ὕστερον τοῦτο κομιζόμενοι.} 19 Ζητεῖται πῶς ὁ ∆αβὶδ τῷ Σεμεῒ συγχωρήσας παρακελεύεται τῷ Σολομῶντι ἀνελεῖν αὐτὸν ὁ ἀμνησίκακος καὶ πρᾶος, ἀλλὰ καὶ τὸν Ἰωὰβ συγκαμόντα αὐτῷ. τί δήποτ' οὖν ταῦτα οὕτως ᾠκονομήθη; σοφὸς ὢν ὁ ∆αβὶδ ἠπίστατο ὅτι οὔτε τὸν Σεμεῒ Σολομῶν ἐάσει ζῆν δέει τῆς ἐπαναστάσεως, ὡς γὰρ ἀπὸ βασιλικοῦ ἀξιώματος μέλλει περὶ τῆς βασιλείας μάχεσθαι τῷ Σολομῶντι, οὔτε τὸν Ἰωάβ, ὡς ἐκτὸς τῆς τοῦ ∆αβὶδ γνώμης εἰς βασιλέα τὸν υἱὸν τοῦ ∆αβὶδ καταστή σαντα, ὡς ἀνελόντα τοίνυν καὶ τὸν Ἀβεννήρ , συγκαμόντα δὲ τῷ πατρὶ ἐν πολλοῖς πολέμοις καὶ κατορθώσαντα. ταῦτα προϊδὼν ὁ ∆αβὶδ προλαβὼν διατάττει τῷ Σολομῶντι ποιῆσαι, ἃ καὶ ἀφ' ἑαυ τοῦ Σολομῶν πάντως ἐποίει, ἵν' ὅταν ἀναιρεθῶσιν ὑπ' αὐτοῦ (τουτ έστι τοῦ Σολομῶντος) οἱ προειρημένοι, συγγνώμην σχῇ ὁ Σολομῶν ὡς πατρικὸν βούλημα πληρώσας καὶ οὐκ αὐτὸς ἀφ' ἑαυτοῦ κατ' αὐ τῶν κινηθείς. 20 Καὶ ἐπιστρέψας φησὶν ἐκοιμήθη. καὶ ἐπέστρεψεν ὁ ἄγ γελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ . τάχα δυνάμεων σύμβολοι ἦσαν διακονουμένων προφήτῃ πρέπουσαν τροφήν, τῷ ἀνα χωροῦντι ἀπὸ τῶν ἀνθρωπίνων καὶ ἀξίῳ τῆς ἀπὸ τῶν τοιούτων διδασκαλίας, ἵνα μετὰ ταῦτα ἀκοῦσαι δυνηθῇ· ἀνάστηθι καὶ φάγε , καὶ εὕρῃ πρὸς κεφαλῆς ἀπόρρητα μυστήρια, ὧν ὀλυρίτης ἐγκρυφίας τύπος ἦν. οὗ καὶ δεύτερον