1

 2

 3

 4

4

κατὰ τὴν τοῦ ἀγγέλου πρόσταξιν μεταλαμβάνει εἰπόντος· ἀνάστα, φάγε· ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός . «ἄρτους» μὲν οὖν «τὸ πρωῒ ἔφερον τῷ Ἠλίᾳ οἱ κόρακες» (ἀνὰ λόγον τοῖς λελαλημένοις ὑπὸ κυρίου πρὸς Μωσῆν, ἐν οἷς ἦν· «τὸ πρωῒ πλησθήσεσθε ἄρτων καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν»), «κρέα» δὲ «τὸ δείλης» (παραπλησίως· «τὸ πρὸς ἑσπέ ραν ἔδεσθε κρέα»). 21 Χριστοῦ Ἰησοῦ δύναμις ἄνδρας υἱοὺς ποιοῦσα. καὶ εἴ τίς ἐστιν ἀνὴρ δυνάμεως , ἐστὶν υἱὸς Χριστοῦ δηλαδή. ποτὲ δὲ υἱοὺς ποιεῖν αἱ ὑπὸ Χριστὸν δυνάμεις οὐ δύνανται· εἰ δὲ καὶ ποιοῦσιν, οὐκ ἄνδρας ποιοῦσιν ἀλλὰ νηπίους. 22 Σπάδοντες εὐνοῦχοί εἰσι· λέγει δὲ τοῦτο περὶ τῶν τριῶν παίδων καὶ ∆ανιήλ, ὡς ἐκ τούτου τοῦ Ἐζεκίου ἦσαν. ∆ιδάσκει καὶ διὰ ταύτης τῆς ᾠδῆς τὸν προσερχόμενον θεῷ εἰς αὐτὸν μόνον ἔχειν τὰς ἐλπίδας καὶ εἰς αὐτὸν καυχᾶσθαι, μὴ μεγαλαυχεῖν ἀλλὰ ταπεινοφρονεῖν. καθότι πάντων ὡς θεὸς ἔχει τὴν γνῶσιν , ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ. αὐτὸς δὲ καὶ θανάτου καὶ ζωῆς δεσπόζει. παρακελεύεται δὲ γινώσκειν τὸν κύριον , δῆλον δὲ ὅτι διὰ τῶν ἀγαθῶν πράξεων, διὸ ἐπιφέρει τὸ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς . καθότι δίκαιός ἐστι κριτὴς πάσης τῆς γῆς , αὐτὸς ἰσχύς , αὐτὸς ὕψωσις , αὐτὸς κέρας σωτηρίας τῶν ἀγαπώντων αὐτόν.