καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. 17.317 Στίχ. ιδʹ. Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις· καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. ∆ιὰ συγκαταβάσεως ὤφθη ἄγγελος τῷ Ζαχα ρίᾳ. Οὐδὲ γὰρ φθαρτοῦ σώματος ὀφθαλμοῖς δύναταί τις ἰδεῖν ἄφθαρτον σῶμα. Ἐκ δεξιῶν δὲ ὤφθη ἑστὼς ὁ ἄγγελος τοῦ θυσιαστηρίου, ὅτι αἴσια αὐτῷ ἔμελλε προαγγεῖλαι. Ἐταράχθη δὲ Ζαχαρίας ἰδών. Ξενίζουσα γὰρ ἡ ὄψις ἀνθρώπῳ φαινομένη οὐκ ἔστιν ὑπομονη τική. Ἀλλ' ὅμως ἐπιστρέφει ἀπὸ τῆς ταραχῆς τὸν Ζαχαρίαν ὁ ἄγγελος, καὶ ἀνακτᾶται αὐτὸν, εἰπών· Μὴ φοβοῦ, Ζαχαρία. Ἴσθι, ὅτι οὐ παντὶ φαίνεται ὁ Θεὸς ἢ οἱ ἄγγε λοι, ἀλλὰ τοῖς καθαρὰν ἔχουσι τὴν καρδίαν, καὶ ἀξίοις τοῦ βλέπειν. Εὑρίσκεται γὰρ τοῖς μὴ πειράζουσιν αὐτὸν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Τοῦ αὐτοῦ. Ἐπειδὴ πάντες οἱ ὁρῶντες ἀγγέλους ἐφοβοῦντο, μήπως ὡς μέλλοντες λαβεῖν αὐτῶν τὰς ψυχὰς παρεληλύθασιν, ὡς καὶ ὁ Μανωέ φησι· διὰ τοῦτο λύων αὐτοῦ τὴν ἀγωνίαν ὁ ἄγγελος, εἶπε τό· Μὴ φοβοῦ. Οὐ γὰρ μόνον οὐ τελευτᾷς, ἔνθα λύπη καὶ δάκρυα, ἀλλὰ καὶ ζῇς καὶ τεκνοποιεῖς, καὶ χαρὰ μεγάλη ἔσται σοι· Γεννήσει γάρ σοι υἱὸν ἡ Ἐλισά βετ, οὗ οὐ γέγονε μείζων ἐν γεννητοῖς τῶν γυναι κῶν. Εἶτά φησι· Καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. Εἰ γὰρ καὶ μὴ πάντες Ἰουδαῖοι, ἀλλὰ πολλοὶ ἐχάρησαν ἐπὶ τῇ παρουσίᾳ τοῦ προδρόμου διαγγέλλοντος τὴν τοῦ Σωτῆρος ἐπιδημίαν. Κατὰ τὴν θεωρίαν, ἡ σιωπὴ τῶν Προφητῶν ἐστιν ἐν τῷ πάλαι λαῷ τοῦ Θεοῦ. Οὐκέτι γὰρ Θεὸς λαλεῖ αὐτοῖς, ἀλλὰ μεταβέβηκεν ὁ ἐν ἀρχῇ λόγος πρὸς ἡμᾶς. Καὶ παρ' ἡμῖν οὐ σιωπᾷ, παρ' ἐκείνοις δὲ σεσιώπηκε. ∆ιὰ τοῦτο σιωπᾷ ὁ προφήτης Ζαχαρίας. Τὸ δὲ διανεύειν μένοντα κωφόν. Στίχ. κβʹ. Ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐ τοῖς, καὶ ἐπέγνωσαν, ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ. Καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ δι έμενε κωφός. Στίχ. κγʹ. Καὶ ἐγένετο, ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. Στίχ. κδʹ. Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ἡ Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα· Στίχ. κεʹ. Ὅτι οὕτως πεποίηκεν ὁ Κύριος ἐν ἡμέ ραις, αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀν θρώποις. Στίχ. κʹ. Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ, Στίχ. κζʹ. Πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου ∆αυῒδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. Τί δὲ διένευεν αὐτοῖς; προακούσας ἐράσμιον πρᾶ γμα ἑαυτῷ μέλλειν ἔσεσθαι, οὐκ ἔσπευσε πρὸ καιροῦ 17.320 δραμεῖν, ἀλλ' ἔμεινε πληρῶσαι τὴν λειτουργίαν· δι δάσκων, ὅτι δεῖ πάντα δεύτερα ποιεῖσθαι τῆς εἰς Θεὸν τιμῆς. Οἰκονομικώτατα δὲ περιέκρυβεν ἑαυτὴν ἡ Ἐλισάβετ, ἕως οὗ ἐγνώσθη ἡ γαστὴρ αὐτῆς, καὶ ἀναμφίβολον ἦν τὸ πρᾶγμα· ἵνα ἐξ ἀκοῆς μὴ βουλόμενοι πεισθῆναι οἱ ἀκούοντες ταῦτα, τῷ αὐτῷ ἐγκλήματι ὑποπτεύσωσιν, ᾧ καὶ Ζαχαρίας. Τὸ ὑπερβατὸν οὕτως ἔχει· Ἀπεστάλη ὁ ἄγγελος πρὸς παρθένον ἐξ οἴκου ∆αυῒδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριὰμ, μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσήφ. Οὐκ ἀπεστάλη δὲ πρὸς Ἰωσὴφ ὁ ἄγγελος· ἐπειδὴ οὐδὲν ἦν κοινὸν τῷ Ἰωσὴφ πρὸς τὴν τοῦ Κυρίου γέννησιν. Ὡς δὴ ἀρξαμένης τῆς ἁμαρ τίας ἀπὸ γυναικὸς, οὕτω καὶ τὰ ἀγαθὰ ἀπὸ γυναικὸς ἔδει ἄρξασθαι. Στίχ. λδʹ. Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται τοῦτο; ἐπεὶ τὸν ἄνδρα οὐ γινώσκω. Στίχ. λεʹ. Καὶ ἀποκριθεὶς ὁ ἄγγελος, καὶ τὰ ἑξῆς. Τὸ, εὗρες χάριν, κοινὸν ἦν. Εὗρον γὰρ πρὸ αὐτῆς καὶ ἄλλαι χάριν. Τὸ δ' εἰπεῖν, συλλήψῃ, οὐκέτι κοινὸν ἦν, ἀλλ' ἰδιάζον εἰς ἐπαγγελίαν παρθένῳ ξένον πρᾶγμα. Εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. ∆ιὸ, μὴ φοβοῦ. Παντὸς γὰρ φόβου ἀφαίρεσις ἡ τοῦ Σωτῆρος ἐπιδημία. Στίχ. λʹ. Καὶ ἰδοὺ ἡ Ἐλισάβετ ἡ συγγενής σου, καὶ τὰ ἑξῆς. Ἤκουσεν ὁ Πρόδρομος, τῇ ἐνεργείᾳ τοῦ ἁγίου Πνεύματος κινούμενος, τὸν ἀσπασμὸν Μαρίας, ὃν ὑπέλαβεν ὁ Λόγος τοῦ Θεοῦ ὁ Χριστὸς, καὶ ἐσκίρτα ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ τῆς μητρὸς, εἰς ἔμφασιν χαρᾶς καὶ προφητείας δήλωσιν. Οἱονεὶ γὰρ ἔκτοτε αὐτὸν ἤρξατο προφήτην ποιεῖν ὁ Ἰησοῦς, ἔνδον αὐτῷ παρασχὼν τοῦ μυστηρίου τὴν δήλωσιν. Ἐπειδὴ δὲ οὐκ