γυναικῶν τεσσαράκοντα ἡμέρας αὖθις ἀντιπερῶσιν. γεννησάσης μέντοι τῆς γυναικὸς δύο παιδία οὐκέτι ὁ ἀνὴρ περᾷ πρὸς τὴν ἑαυτοῦ γυναῖκα κοινωνίας χάριν. ἀντιστήσαντες οὖν ὑπὲρ αὐτῶν τὸ ἀντίσωμα τὸν ἐπίλοιπον ἐγκρατεύονται χρόνον. ἐὰν δὲ συμβῇ στεῖραν ἐν αὐταῖς εὑρεθῆναι γυναῖκα, μέχρι πενταετίας περᾷ πρὸς αὐτὴν ὁ ἀνὴρ συγγινόμενος αὐτῇ· καὶ ἐὰν μὴ γεννήσῃ, οὐ κέτι αὐτῇ προσεγγίζει. διὸ οὐδὲ εἰς πλῆθος πολυάνθρωπον ἐκ τέταται αὐτῶν τὸ ἔθνος διά τε τὴν δυσζωΐαν τοῦ τόπου καὶ διὰ τὴν φυσικὴν ἐγκράτειαν τῆς γεννήσεως. 1.14 αὕτη τῶν Βραγμάνων ἐστὶν ἡ πολιτεία. τὸν δὲ ποταμὸν λέ γουσι δυσπεραίωτον εἶναι διὰ τὸν λεγόμενον ὀδοντοτύραννον· ζῷ ον γάρ ἐστι μέγιστον εἰς ὑπερβολήν, ἐνυπάρχον τῷ ποταμῷ ἀμφί βιον, ἐλέφαντα ὁλόκληρον καὶ ἀκέραιον καταπιεῖν δυνάμενον· ἐν δὲ τῷ καιρῷ τοῦ περάματος τῶν Βραγμάνων πρὸς τὰς ἑαυτῶν γυ ναῖκας οὐκ ὀπτάνεται ἐν τοῖς τόποις ἐκείνοις. εἰσὶ δὲ καὶ δρά κοντες μέγιστοι ἐν τοῖς ποταμοῖς ἐκείνοις ἕως πηχῶν ἑβδομή κοντα, ὡς καὶ δορὰν μίαν ἐθεασάμην ἐγὼ δύο ποδῶν πλάτος ἔχου σαν. οἱ δὲ μύρμηκές εἰσι τῶν ἐκεῖ παλαιστιαῖοι, οἱ δὲ σκορπί οι πηχυαῖοι· διὸ καὶ δυσδιόδευτοί εἰσιν ἐκεῖνοι οἱ τόποι. οὐ πᾶς δὲ τόπος τῶν ἐκεῖ ἔχει τοιαῦτα ζῷα ἢ ἰοβόλα θηρία, ἀλλ' ἡ ἀοίκητος μόνη. ἀγέλη ἐλεφάντων πολλή. 1.15 Ἀῤῥιανοῦ μέντοι τοῦ μαθητοῦ τοῦ Ἐπικτήτου τοῦ φιλοσόφου τοῦ καὶ δούλου γεγενημένου, δι' εὐφυΐαν δὲ φύσεως εἰς φιλοσοφίαν ἐλάσαντος ἐν τοῖς καιροῖς Νέρωνος τοῦ βασιλέως τοῦ κολάσαντος τοὺς ἀοιδίμους ἀποστόλους Πέτρον καὶ Παῦλον, τούτου τὰ κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα ἱστορήσαντος {φησὶ γὰρ} ὃ ἐκεκτήμην πονημάτιον ἀπέστειλα τῇ ἀνδρείᾳ τῆς σῆς καλοκἀγαθίας, ὑποτάξας μου τῷ ὑπομνηματικῷ· ὅπερ ἀναγινώσ κων νουνεχῶς καὶ φροντίσας ἐμμελῶς βιώσεις ἀσφαλῶς. 2.1 ∆άνδαμις, ὁ τῶν Βραγμάνων διδάσκαλος, διηγούμενος τὰ κατὰ τὸν Μακεδόνα ἔφη· "βασιλεὺς Ἀλέξανδρος, οὐκ ἀνεχόμενος μόνης εἶναι βασιλεὺς τῆς Μακεδονίας οὐδ' ἀρκούμενος πατρὶ Φιλίππῳ, ἀλλὰ καὶ Ἄμμωνος υἱὸν ἑαυτὸν ἔλεγεν εἶναι καὶ τῆς γενέσεως ἐλεγχούσης ψευδεῖς ἔφερε τῆς φύσεως ἀποδείξεις, ἀνικήτους δὲ ἀγῶνας προέφερεν· ἀνέτειλε γὰρ ὡς ὁ ἥλιος ἀπὸ Μακεδονίας καθιππεύσας πολὺν κόσμον πρὶν ἔδυνε κατὰ Βαβυλῶ να, τήν τε Εὐρώπην καὶ τὴν Ἀσίαν ὡς μικρὰ χρησάμενος χωρία ἦλθε καὶ τὸν ἡμέτερον κόσμον κατοπτεύων καὶ ἐρευνῶν." 2.2 ἔλεγε δὲ ταῦτα ἐν ἑαυτῷ Ἀλέξανδρος· "Σοφία, μῆτερ Προνοίας, κοινωνὲ δὲ τῆς πασῶν δυνάμεως, ἀνωτέρω ἐν ἀληθείᾳ μόνῃ κειμένη, τροφὲ καὶ δημιουργὲ φύσεως, λόγων δωτήρ, γνώ σεως κοινῆς κατάσκοπε, ἀδίκων μὲν κεχωρισμένη, δικαίων δὲ φειδομένη, δὸς εὐμενῶς ἤδη μοι τῶν αἰτημάτων τυχεῖν. Βραγ μᾶνας δὲ παρόντας ἐνθάδε σοφούς τε καὶ ἀγαθοὺς ἰδεῖν ἥκω, μαθὼν παρὰ Καλάνου τινὸς τῶν ἐνθάδε σπεύσαντος πρός με· πεισθεὶς δὲ ἦλθον, ποθῶ δέ, ὅπως ἴδω καὶ μάθω σαφῶς." 2.3 Βραγμᾶνες καὶ αὐτοὶ Ἰνδοὶ Ἀλεξάνδρῳ ταῦτα λέγουσι· "ὀρεγόμενος σοφίας ἦλθες πρὸς ἡμᾶς, ὅπερ πρῶτον ἀποδεχό μεθα Βραγμᾶνες, ὅτι <τί> ἐστι βασιλικώτερον ἐν τῷ βίῳ ἡμῶν; τοῦτο γὰρ ἠθέλησας μαθεῖν, βασιλεῦ Ἀλέξανδρε· ὁ φιλόσοφος γὰρ οὐ δεσπόζεται, ἀλλὰ δεσπόζει, ἄνθρωπος γὰρ αὐτοῦ οὐ κρα τεῖ. ἀλλ' ἐπειδὴ μέχρι νῦν διαβεβλημένοι ἠπιστούμεθα ὑπὸ σοῦ, γευσάμενος νῦν ἀληθινῶν λόγων ἦλθες. 2.4 Κάλανος γὰρ κακὸς ἀνὴρ ἡμῖν γεγένηται, καὶ διὰ Καλάνου ἄνδρες Ἕλληνες Βραγμᾶνας ἔγνωτε {ἀλλ' οὐκ ἐπέγνωτε}· ἐκεῖνος γὰρ οὐκ ἦν ἡμέτερος ἀπ' ἀρετῆς δραπετεύσας εἰς πλοῦ τον· οὐκ ἤρκεσεν αὐτῷ Τιβεροβοὰμ ποταμοῦ πίνειν ὕδωρ σωφρο σύνης καὶ ἀμόλγας ἐσθίειν, ἐν οἷς αὐξάνεται νοῦς θεοπρεπής· πλοῦτον ἔσχεν, ἐχθρὸν ψυχῆς, καὶ οὕτως ἐν αὐτῷ δεινὸν ἀνέ φλεξε πῦρ καὶ εἰς ἡδονὴν αὐτὸν ἀπέστρεψεν ἀπὸ σοφίας. ἡμῶν δὲ οὐδεὶς ἐπ' ἀνθράκων κυλίεται οὐδὲ ἀλγηδὼν ἡμῶν δαπανᾷ τὸ σῶμα, ἀλλ' ἔστιν ἡμῶν ἡ τροφὴ ζωὴ ὑγείας φάρμακον. 2.5 ἄπλουτοι δ' ἐσμὲν κατὰ τὴν φύσιν καὶ ὁμοίως πᾶσι τῷ βίῳ ἡμῶν ἀκολουθεῖ θάνατος. εἰ δὲ τῶν θνητῶν τινες ἀνδρῶν ψευδεῖς μαθόντες λόγους κενοῖς ἡμᾶς ὑποτοξεύουσι