γυναικός, ἐπιταραχθεὶς τὸ δικαστικὸν τῆς ψυχῆς καὶ μηδὲ λόγου μηδενὸς αὐτῷ μεταδούς. ̓Αλλ' οὐκ ἐφύπνωσεν ἡ δίκη τῷ πάθει· περιῆλθεν γὰρ πρὸς τὴν μητρυιὰν τιμωρία προσήκουσα. ἡ μὲν γὰρ εἰς ἐπιθυμίαν αυθίς τινος τῶν τοῦ βασιλέως προδρόμων, ους κούρσωρας εἰώθασιν οἱ ̔Ρωμαῖοι καλεῖν, ἀφικομένη καὶ ἁλοῦσα τῇ πράξει, διαφθείρεται πρὸς τοῦ αὐτῆς ἀνδρός, ἐντειλαμένου τοῖς αὐτῆς εὐνούχοις ἐκ τἀφανοῦς, ἐπειδὰν εἰς βαλανεῖον ἀφίκηται, περὶ δὴ τὴν θεραπείαν αὐτῆς καὶ ἀναινομένης ενδον πλείω διελκύσαι χρόνον, κατὰ διαδοχὴν ἀλλήλους διαναπαύοντας, εστ' αν ὑπὸ τοῦ πνίγους λιποθυμήσειεν ἡ γυνή· καπειτ' ἐξαγαγεῖν αὐτὴν ηδη τὰς ἐσχάτας ελκουσαν ἀναπνοάς, κοπτομένους δῆθεν ὡς οὐ κατ' ἐπιβουλὴν μᾶλλον η κατὰ τὴν τοῦ λουτροῦ περιπέτειαν ἐκλίποι τὸ ζῆν· ινα τό τε εργον ἐκπραχθείη τῆς τιμωρίας καὶ τὴν ἐπὶ τῇ αἰτίᾳ δύσκλειαν ἀφανίσειεν ὁ τρόπος. ̔Η μὲν ουν τοῦτο τῆς περὶ τὸν νέον ἀδικίας ἐξήνεγκε τέλος· οὐκ οιδα δὲ εἰ ἀληθῆ ταῦτα ειρηκεν Φιλοστόργιος ὁ φιλοψευδέστατος κατὰ Κωνσταντίνου τοῦ καλλινίκου καὶ εὐσεβοῦς ουπερ οὐκ εστιν ῥᾳδίως εἰπεῖν ὁπόσαι τοῦ σώματός τε καὶ τῆς ψυχῆς διέλαμπον ἀρεταί· ὁ γὰρ ἀνὴρ οὐ μόνον τὴν ἐκ τῶν πολεμικῶν εργων δόξαν ειχεν, ἀλλὰ καὶ τῶν τῆς ψυχῆς ἐκοσμεῖτο καλῶν. ουτος ὁ Κ. usw. † unt. 9a S. 20, 192.9aVita Constantini Cod. Angelic. A f. 25r Franchi de' Cav. 97, s. ob. S. 17, 33: Ουτος ὁ Κωνσταντῖνος ηδη πέμπτου καὶ εἰκοστοῦ τῆς αὐτοῦ βασιλείας ἐπιβὰς ετους, ὑπατευόντων ἐκεῖνον τὸν ἐνιαυτὸν Γαλλικανοῦ καὶ Συμμάχου, πόλιν ἠβουλήθη κτίσασθαι μεγάλην, μνημεῖον τῆς ἑαυτοῦ βασιλείας καὶ δόξης τοῖς ἐπιγινομένοις folgt Exc. Tripart. † Polyd. 268, 5-11. Theophan. 23, 22-27. Bios di Costantino ed. Guidi Rendic. Accad. Lincei 1907 S. 336, 15-19. Ebd. f. 25v: Τὴν τοίνυν Θρᾴκην Κωνσταντῖνος καταλαβὼν ἐς τὰ μάλιστα δὴ τότε εὐθηνουμένην, καὶ τὸ Βυζάντιον καταμαθὼν ὡς αριστα γῆς τε καὶ θαλάττης εχοι, ἱδρύθη δὴ ἐνταῦθα· καὶ τὸν αὐχένα τῆς χερρονήσου διαλαβών (χερρόνησος γάρ ἐστι τὸ χωρίον), ἐτείχιζεν ἐκ θαλάττης εἰς θάλατταν, ἐντὸς τά τε προάστεια καὶ τοὺς πλησίον λόφους ποιούμενος, ὡς τῆς κτιζομένης πόλεως διὰ πλάτους περιβολὴν μοῖραν ειναι μικρὰν τὴν ἀρχαίαν πόλιν. ενθα γὰρ νῦν ὁ πορφυροῦς καὶ μέγας ἐστὶ κίων ἑστὼς ὁ τὸν αὐτοῦ κολοττὸν φέρων, ἐντεῦθεν τὴν ἀρχὴν ποιησάμενος, τὸ λοιπὸν απαν ἐπί τε ἑκατέραν θάλατταν καὶ τὴν μεσόγειον ἁπλούμενον τῆς ἑαυτοῦ παλάμης καὶ δυνάμεως ἐξήνυσεν εργον. ̓Ακήκοα δὲ εγωγε καὶ τοῦτο τῶν πρεσβυτάτων καὶ ἀξιολόγων διηγουμένων ὡς ὁ Κωνσταντῖνος, ὁπηνίκα τὰς πύλας ὁριούμενος τοῦ τείχους ἡγεῖτο τῶν ἑπομένων ἀφ' ου μέτρου τὸν περίβολον εδει τὴν ἐργασίαν λαβεῖν, ῃει τὸ πρόσω βάδην τε χωρῶν καὶ τὸ δόρυ τῇ χειρὶ φέρων. ὡς δὲ πρῶτον ὑπερβὰς λόφον ἐπὶ δεύτερον ῃει, καὶ τοῦτον ὑπερελθὼν ετι τὸ πρόσω προυβαινε μείζον μῆκος διαμετρούμενος η τοῖς ἀκολουθοῦσιν ἐφαίνετο μετρίως εχειν, προσελθών τις ἀπὸ τῶν παρρησίαν πρὸς αὐτὸν ἀγόντων ηρετο· «εως ποῦ, δέσποτα;» ὁ δὲ διαρρήδην ἀποκρινάμενος· «εως αν, εφη, ὁ εμπροσθέν μου στῇ», ὡς γενέσθαι σαφὲς οτι ἀγγέλων τις ἐῴκει προπορεύεσθαι τὰ μέτρα παραδώσαν, ὡς πάνυ γε δὴ θεῷ κεχαρισμένως τῆς πόλεως ταύτης οἰκιζομένης, οὐκ ελαττον η τὸ πάλαι τῆς ̔Ιερουσαλήμ· καὶ γὰρ καὶ ημελλε κἀνταῦθα κοινὸν συστήσασθαι πρυτανεῖον εὐσεβείας. εως γοῦν οποι τὸ φαινόμενον ειδος χωροῦν επειτα εστη καὶ διαλυθὲν ην ἀφανές, ἐκεῖ καὶ ὁ Κωνσταντῖνος παραγενόμενος τὸ δόρυ τε ἐπήξατο καὶ εφη διαρρήδην· «εως ἐνταῦθα», ενθα καὶ νῦν εἰσιν αἱ μεγάλαι πύλαι τῆς πόλεως. Τὴν δὲ πόλιν κτίσας ενδοξον αὐτὴν ἐκάλεσε ̔Ρώμην, ουτω κατὰ τὴν τῶν ̓Ιταλῶν γλῶτταν «Αλμα ̔Ρώμα» τὴν προσηγορίαν αὐτῇ θέμενος. καὶ βουλήν τε ἐν αὐτῇ σύγκλητον ἱδρύσατο καὶ σιτηρεσίου δαπάνην πολυτελεστάτην τοῖς οἰκήτορσι κατένειμε, καὶ τὸν αλλον ἐν αὐτῇ τῆς πολιτείας κατεστήσατο κόσμον, ὡς ἀρκεῖν εἰς ἀντίπαλον κλέος τῇ προτέρᾳ ̔Ρώμῃ. 2.11a zu Z. 7-10 Vita Constantini Cod. Angelic. A f. 36v: Τοῦ δὲ μεγάλου ̓Αθανασίου