τέκτονος υἱὸν ἐξευτελίζοντες δηλονότι καὶ τὰς αὐτοῦ ἐντολὰς εὐτελεῖς καὶ ἐξουθενημένας ἡγοῦντο, ἀλλὰ τῆς μὲν εἰς ἑαυτὸν παροινίας αὐτῶν καὶ καταφρονήσεως τέως οὐχ ὁρίζει τὴν δίκην τῆς μακροθυμίας τὸ πέλαγος ἐνδεικνύμενος, τῆς μέντοι τῶν ἐντολῶν παραβάσεως (αὐτὴν τὴν σωτηρίαν αὐτοῖς ἐπραγματεύετο) ἀπαραίτητον τὴν τιμωρίαν εἰσπράττεται ἐλάχιστον τὸν τοιοῦτον καὶ ἠτιμωμένον καὶ ὑπεύθυνον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀποφαίνων. σὺ μέν, φησίν, τὰς ἐμὰς ἐντολὰς ὡς ἐλαχίστας καὶ εὐκαταφρονήτους ἠθέτεις, ἐγὼ δέ σε διὰ τὴν ἀθέτησιν αὐτῶν ἐλάχιστον καὶ ἐξουθενημένον δεικνύω· καὶ σὺ μὲν ἔμπροσθεν εὐαρίθμητος τῶν ἀνθρώπων, ἐγὼ δὲ ἐνώπιον καὶ ἀγγέλων καὶ ἀνθρώπων· καὶ σὺ μὲν ἐν τῷ παρόντι βίῳ, ἐγὼ δὲ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐλάχιστόν σε εἶναι καταδικάζω. δῆλον δὲ ὅτι τοῦ ἐλαχίστου οὐκ ἂν εἴη ἕτερον ὑποβεβηκὸς καὶ ἔσχατον, ὥστε δῆλον ὡς τὴν ἐσχάτην τὸν τοιοῦτον εἰσπράττεται τιμωρίαν, ὅπερ ἐστὶ τὸ πῦρ τὸ ἐξώτερον. 15 Mt 5, 19 Ἐλαχίστην φησὶν ἐντολὴν τὴν δοκοῦσάν τισι τοιαύτην καὶ μὴ καθ' ἑαυτήν. ταῦτα δὲ λέγει ἀνάγων ἡμᾶς πρὸς τὰ μείζω τῶν ἐν τῷ νόμῳ κειμένων· οὐ γὰρ τὴν αὐτὴν ἐπιτίμησιν ἔχει ἐντολὴ πᾶσα, ἐπεὶ οὐδὲ πᾶσα πρᾶξις ἴση ἐστὶ πάσαις, ἀλλ' εἰσί τινες, αἳ καὶ χωρὶς τιμωρίας ἀφίενται τοῖς ἁμαρτάνουσιν, ἃς καὶ ἐλαχίστας ἴσως ἐκάλεσεν ὁ Χριστός. 16 Mt 5, 22 Τῆς ὀργῆς τῷ μὲν ἐπάγει κόλασιν, τῷ δὲ συγγνώμην, τὸν δὲ καὶ βραβείων ἀξιοῖ· ὅταν μὲν γὰρ ὀργιζώμεθα τῷ πονηρῷ καὶ τοῖς ἐργάταις τῆς πονηρίας ἀναστέλλειν αὐτοὺς τῶν πράξεων σπεύδοντες τῶν κακῶν, μεγάλην ἑαυτοῖς θησαυρίζομεν τὴν ἀμοιβήν· μέγα γὰρ τὸ ἀποστρέφειν ἄνθρωπον ἐκ πλάνης ὁδοῦ αὐτοῦ . τοῦτο δὲ λίαν δεῖται νηφούσης ψυχῆς, ἵνα μὴ τῷ προσωπείῳ τῆς ἑτέρων διορθώσεως ἔχθραν ἑαυτῶν διὰ τῆς ὀργῆς φανῶμεν θεραπεύοντες, ὡς ὅ γε τοῖς ἐπταικόσιν τῆς ἰδίας ἑαυτῶν ἕνεκα σωτηρίας ὀργὴν ἐπιδεικνὺς καὶ μὴ καταμιγνὺς κακίαν τῇ ὀργῇ μακάριος. ὁ μέντοι γε τῷ παραλυπήσαντι αὐτὸν ὀργιζόμενος οὐκ ἔξω μὲν μέμψεως, εἴγε δεῖ τὸν κοινὸν ἐκδέχεσθαι κριτὴν κἀκείνῳ τὴν περὶ τῶν ἐπηρεαζόντων κρίσιν ἀνατιθέναι, ἀλλὰ μὴ αὐτὸν ὀργῇ καὶ θυμῷ κεχρημένον, τυφλοῖς καὶ φαύλοις παρέδροις, τὴν ἀπὸ τοῦ πλησίον ἐπιζητεῖν δίκην. οὐκοῦν ἄμεμπτον τοῦτο τῆς ὀργῆς τὸ εἶδος, συγγνώμης μέντοι οὐ πόρρω, ὅτι ὠργίσθη αὐτὸς πρότερον κακῶς ὑφ' ἑτέρου πεπονθώς. ὁ δὲ μήτε σωτηρίας τινὸς ἕνεκα μήτε ἀμυνόμενος τὸν προλελυπηκότα εἰς ὀργὴν ματαίως καὶ ἀλόγως ἐκφερόμενος καὶ τῷ πλησίον ἐμπαροινῶν εἰκότως ἐστὶ τιμωρίας ἔνοχος. ὃ καὶ ὁ δεσπότης δηλῶν ἔλεγεν· ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ, ἔνοχος ἔσται τῇ κρίσει. καὶ ὁ μὲν παλαιὸς νόμος τὸν ἀνελόντα μάτην κολάζει, ἡ δὲ τῆς χάριτος ἐντολὴ καὶ τὸν μάτην ὀργιζόμενον ὑπὸ τιμωρίαν ἄγει ἐμφράττουσα τὴν πηγὴν τοῦ φόνου τὸν θυμόν, ἐξ οὗ εἴωθεν ἡ μιαιφονία προχεῖσθαι. 17 Mt 5, 22 Οὐ πᾶσα ὀργὴ τῆς κρίσεως ἔνοχος, ἀλλ' ἡ μὲν ματαία καὶ εἰκῆ ἐστιν ἔνοχος, ἡ δὲ ἥττων ταύτης καὶ μὴ διὰ χρημάτων εὐπορίαν ἢ φθόνον γεγονυῖα μήτε μὴν δι' ἀρετὴν ἢ ψυχῆς ὠφέλειαν συγγνώμης ἐστὶν ἀξία, ἡ δὲ ἑτέρα καὶ κατὰ τῶν ἀμελούντων τῆς ἀρετῆς γενομένη οὐ μόνον συγγνώμης, ἀλλὰ καὶ ἐπαίνου καὶ τιμῆς ὅτι πλείστης ἐστὶν ἀξία. 18 Mt 5, 22 Συνέδριον ἐνταῦθά φησι τὸ τῶν ἁγίων. καὶ ὁ τὸν ἀδελφὸν αὐτοῦ εἰπὼν ῥακά, οὐκ εἰς ἕνα ἡμάρτηκεν, ἀλλ' εἰς ἅπαν τὸ κοινόν. διὸ καὶ τῷ συνεδρίῳ ἔνοχός ἐστιν ὡς τούτου καταφρονήσας. 19 Mt 5, 39 Πονηρὸν ἐνταῦθα τὸν ἀδίκως τύπτοντά τινα καὶ ἐπηρεάζοντα λέγει. ὁ δὲ ἀντιπίπτων καὶ ἀντιμαχόμενος ἔοικε τὸν πονηρὸν μιμεῖσθαι, τοῦτ' ἔστι τὸν τύψαντα αὐτόν. εἰ τοίνυν κακόν ἐστι τὸ ἀντιλυπῆσαι τὸν λυπήσαντα, ἀγαθὸν ἂν εἴη τὸ μὴ τοῦτο ποιῆσαι, ἀλλὰ παντοίως θεραπεῦσαι τὴν ὀργὴν καὶ παρακαλέσαι· αἰσχυνθήσεται γὰρ καὶ ἀγαθὸς ἀντὶ κακοῦ γενήσεται. Mt 5, 39 Ἀντιστῆναι τῷ πονηρῷ φησιν, ἀντὶ φιλονικῆσαι, ὁμοίως ἐκείνῳ πρᾶξαι καὶ ἀντιλυπῆσαι καὶ ἀντιπλῆξαι. οὐ δεῖ οὖν, φησίν, ὁμοίως ποιεῖν τῷ πονηρῷ. 21 Mt 5, 45 ∆ιὰ τοῦτο ἀδελφοὺς ἡμᾶς κέκληκε δούλους ὄντας αὐτοῦ καὶ συγκληρονόμους