τῆς ἐλευθερίας τὴν ὕβριν προβαλλόμενος, δίκην ἀπαιτεῖ τοῦ τολμήματος, ἀπαραιτήτῳ θανάτῳ κολάζων τὸν ὑβρίζοντα· ὑβρίζεται πάλιν τις ὑπὸ εὐτελοῦς καὶ ἰδιώτου, αὐτὸς ἐν ταῖς τοῦ κόσμου πολιτείαις ἐξεταζόμενος· καὶ εὐθέως ὑπὸ τῆς ὕβρεως δακνόμενος ἐπὶ τιμωρίαν σπεύδει, εἰς μὲν τὴν κοινὴν φύσιν καὶ τὸ πάντων ἰσότιμον οὐκ ἀφορῶν, εἰς δὲ τὴν περικειμένην ἀξίαν ἀποβλέπων, ἧς περιαιρεθείσης μίαν ἔστιν ἰδεῖν τὴν τοῦ γένους ἰσοτιμίαν, ὅτι πάντες ἐκ γῆς ἐπλάσθημεν, καὶ εἰς γῆν διαλυόμεθα· μία δὲ ἡ ὁδὸς ἡ εἰς τὸν βίον, ἔξοδός τε ἴση. Ἐκ πηλοῦ, φησὶ, διήρτησαι σὺ, ὡς κἀγώ. Ἀλλ' ὁ μὲν πηλὸς τοιαύτην ἀπαιτεῖ παρὰ τῶν ὁμοτίμων τὴν ὑπεροχήν· ὁ δὲ Θεὸς πάντων ὑπερέχων, καὶ φύσει, καὶ νόμῳ, καὶ τοσοῦτον ἀνώτερος ὢν, ὅσον ὑψηλότερον δεῖ νοεῖν τὸν ποιητὴν τῶν ποιημάτων, βλασφημούμενος καὶ ἐξουθενούμενος παρὰ τῶν ἀγνωμόνων, οὐ παροξύνεται μέν· ἀπαθὴς γάρ· τιμωρεῖται δὲ μικρὸν ὕστερον τοὺς ἐπιμένοντας τῇ ἀφροσύνῃ, διότι δικαστής ἐστιν ἀληθείας καὶ κριτὴς ἀδυσώπητος. Ἵνα μὴ ἀθρόως ἅπαντες οἱ ἁμαρτάνοντες ἐξολοθρεύωνται, ὑπερτίθεται τὴν τιμωρίαν, καὶ προσφέρει τὴν ἀνεξικακίαν, ἵνα ἐφελκύσηται πρὸς μετάνοιαν. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἐτόλμησεν εἰπεῖν ἄνθρωπος σάρκα περικείμενος. Τίς ἐστι θεὸς, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; Οἱ δὲ τρισμακάριοι παῖδες τούτων ἀκούσαντες οὐκ ἐξανέστησαν ἐν τῇ βλασφημίᾳ· σύντροφοι γὰρ ἦσαν καὶ αὐτοὶ τῆς Θεοῦ μακροθυμίας· ἀλλὰ πρὸς τὰ τῆς ἀπιστίας ῥήματα πίστεως φωνὴν ἀναλαβόντες ἀντεφθέγγοντο τῷ τυράννῳ, νόμῳ τὴν ἀνομίαν ἐκλύοντες, καὶ ἐλευθερίᾳ δικαιοσύνης τὴν ἀπειλὴν τῆς ἀδικίας ἐκνικῶντες, Γνωστόν σοι ἔστω, βασιλεῦ, λέγοντες, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ 56.597 προσκυνοῦμεν. Παῦσαι τῆς ἀνοίας, ἄνθρωπε· αἰδέσθητι τὴν ἐφύβριστον τῆς εἰκόνος προσκύνησιν. Εἰ γὰρ σὺ τὴν εἰκόνα ἔστησας, πῶς προσκυνεῖς οἷς ἐποίησας; τίνες τίνων ὀφείλουσιν εἶναι δημιουργοί; ἄνθρωποι Θεοῦ, ἢ Θεὸς ἀνθρώπων; Εἰ γὰρ ἀληθῶς θεοὶ, αὐτοῖς ἁρμόττει τὸ τῆς δημιουργίας ἀξίωμα· ἀλλ' ὅπερ πολλάκις ἔφθημεν εἰπόντες, εἰ τέχνη μὴ προσῆν τοῖς ἀνθρώποις, Ἕλληνες θεοὺς οὐκ ἂν εἶχον· μᾶλλον δὲ κἀκείνῳ προσχῶμεν, ὅτι εἴ τις αἴσθησις ἦν τοῖς εἰδώλοις, αὐτοῖς ἔπρεπε προσκυνεῖν τοὺς ἀνθρώπους τοὺς ἐργαζομένους αὐτά. Νόμοι γὰρ φύσεως, τὸ ποίημα προσκυνεῖν τὸν πεποιηκότα, οὐ τὸν δημιουργὸν ὑποκύπτειν τῇ ἑαυτοῦ δημιουργίᾳ. ∆ιὰ τοῦτο ἡμεῖς οἱ σύντροφοι τῆς εὐσεβείας θείῳ νόμῳ ἑπόμενοι, Τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας, οὐ προσκυνοῦμεν· ἀλλ' ἔστιν ὁ Θεὸς ἐν οὐρανῷ, ὃς ἐξελεῖται ἡμᾶς ἐκ τῶν χειρῶν σου. Εἶτα ἵνα μὴ δόξωσιν ἢ τὸν Θεὸν πειράζειν, ἢ ἐλπίδι τοῦ ῥυσθήσεσθαι καταθαῤῥεῖν τοῦ πυρὸς, εὐθέως ἐπάγουσι· Καὶ ἐὰν μὴ, τουτέστι, κἂν μὴ ῥύσηται, ἀλλὰ συγχωρήσῃ κατακαῦσαι τὰ σώματα ἡμῶν τῷ πυρὶ, οὐδὲ οὕτως ἀφιστάμεθα τῆς εὐσεβείας· οὐ γὰρ ἐπὶ μισθῷ θεοσεβοῦμεν, ἀλλ' εὐγνωμόνως τὴν ἀλήθειαν ὁμολογοῦμεν. Ὡς δὲ ταύτης ἤκουσε τῆς πίστεως τὴν ἐπαγγελίαν, πυροῦται μᾶλλον ὁ τύραννος, καὶ κελεύει τὴν κάμινον ἑπταπλασίως ἐξαφθῆναι· ἔδει γὰρ τὸ ἀργύριον τὸ δοκιμώτατον ἑπταπλασίως καθαρθῆναι· Τὰ γὰρ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ, καὶ κεκαθαρισμένον ἑπταπλασίως· διὸ ἑπταπλασίως ἡ κάμινος ἐξεκαύθη, ἵνα ἑπταπλασίως οἱ ἅγιοι καθαρθῶσιν. Ὅτι δὲ ἀργύριον κέκληνται οἱ τοῦ Θεοῦ ἄνθρωποι, μνημόνευε τῆς Σοφίας λεγούσης· Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου· καὶ τοῦ προφήτου Ἱερεμίου ἄκουσον, λέγοντος περὶ τῶν ἀποδοκιμαζομένων ἀπὸ τῆς εὐσεβείας· Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς ὁ Θεός. Εἰ δὲ οἱ ἀτελεῖς ἀργύριον ἀδόκιμον, οἱ δὲ τετελειωμένοι δηλονότι ἀργύριόν εἰσι δοκιμώτατον· ὅσον γὰρ ἡ κάμινος ἐξήπτετο, τοσοῦτον ὁ τοῦ μαρτυρίου πόθος ἐλαμπρύνετο. Εἰσελθόντες γὰρ οἱ ἅγιοι τρεῖς οὗτοι παῖδες μετὰ πίστεως κατεπάτουν τὴν φλόγα, λεπτὸν ἀέρα καὶ ἔνδροσον ἐν αὐταῖς μέσαις ταῖς ἀκμαῖς τοῦ πυρὸς ἀναπνέοντες. Ὁ γὰρ πάντα ποιῶν καὶ μετασκευάζων