De tribus pueris (olim sub auctore Joanne Chrysostomo)

 ἐστερεοῦντο καὶ συνεσφίγγοντο. Ἤδεισαν γὰρ, ὅτι Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Ἐμέμνηντο

 τῆς ἐλευθερίας τὴν ὕβριν προβαλλόμενος, δίκην ἀπαιτεῖ τοῦ τολμήματος, ἀπαραιτήτῳ θανάτῳ κολάζων τὸν ὑβρίζοντα· ὑβρίζεται πάλιν τις ὑπὸ εὐτελοῦς καὶ ἰδ

 ἤμβλυνε τοῦ πυρὸς τὴν θερμότητα, καὶ τὴν καυστικὴν αὐτοῦ ἐνέργειαν περιέκοψεν, ἐπαληθευούσης τῷ θαύματι τῆς ὑμνῳδίας ἐκείνης· Φωνὴ Κυρίου διακόπτοντος

 γῆ, καὶ οἱ ταύτης καρποὶ διαφόροις δαίμοσι προσεκληρώθησαν· τὴν μὲν ἄμπελον εἰπόντες δῶρον ∆ιονύσου, τὴν δὲ ἐλαίαν τῆς Ἀθηνᾶς· καὶ ἄλλῳ ἄλλοι καρποί.

 Βαλτασὰρ πεπαῦσθαι τοῦ πυρὸς τὴν ἐνέργειαν, οἰκονομεῖ Θεὸς μὴ προαχθῆναι τὸν ∆ανιὴλ εἰς μέσον, ἵνα ἀκέραιον ᾖ τῆς εὐσεβείας τὸ θαῦμα. Καὶ ταῦτα μὲν εἰ

ἐστερεοῦντο καὶ συνεσφίγγοντο. Ἤδεισαν γὰρ, ὅτι Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Ἐμέμνηντο τοῦ πατριάρχου Ἀβραὰμ, ὅτι μόνος ὣν ἐν πάσῃ τῇ γῇ προσκυνητὴς τοῦ Θεοῦ, οὐκ ἠκολούθησε τῷ πλήθει τῶν ἀσεβούντων, ἀλλὰ νόμος ἦν αὐτῷ εὐσεβείας καὶ δικαιοσύνης ἔπαθλον· ὅθεν εἰκότως ἐξ αὐτοῦ τε οἷον ἔκ τινος ῥίζης ἀγαθῆς ἐβλάστησαν οὗτοι οἱ τῆς εὐσεβείας καρποί. Ἐξ αὐτοῦ γὰρ καὶ πατριάρχαι, καὶ ὁ νομοθέτης Μωϋσῆς, καὶ οἱ προφῆται, καὶ πάντες οἱ θεολόγοι· ἐξ αὐτοῦ δὲ προηγουμένως καὶ τὸ σωτήριον ἐκεῖνο καὶ ἀθάνατον τῆς δικαιοσύνης ἄνθος, ἡ τοῦ Σωτῆρος ἀνανθρώπησις· ἐξ ἐκείνης καὶ οἱ τρεῖς παῖδες οὗτοι οὐκ ἠρνήσαντο τὴν εὐγένειαν· ἐμέμνηντο καὶ τοῦ Λὼτ παροικοῦντος μὲν ἐν Σοδόμοις, μακρὰν δὲ τοῖς τρόποις ἀπῳκισμένου· ἐλάμβανον ἐν νῷ καὶ τὸν Ἰωσὴφ μόνον ἐν Αἰγύπτῳ σωφροσύνης ἀντιποιούμενον, καὶ εὐσεβείας ὄντα φροντιστήριον. Ὅθεν καὶ οὗτοι ἐν τοσαύταις μυριάσιν ἀπειλημμένοι τοὺς πολλοὺς μὲν ὁρῶντες ἐλογίζοντο, ὅτι Πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εὑρίσκοντες αὐτήν· πρὸς ἑαυτοὺς δὲ πάλιν βλέποντες καὶ τὴν κάμινον, ἐμέμνηντο καὶ τῆς σοφίας ὧδέ που λεγούσης, ὅτι Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ χρυσὸς, οὕτως ἐκλέγεται καρδίας ὁ Θεός. ∆ιὰ τοῦτο οὔτε σάλπιγξ αὐτοὺς τὸ πολεμικὸν ἠχοῦσα μέλος ἐφόβησεν, οὔτε λύρα τὰς ἀκοὰς θέλγουσα τοὺς τόνους τῆς εὐσεβείας διέλυσεν, οὔτε μὴν ἡ λοιπὴ πᾶσα συμφωνία τῆς μουσικῆς τὴν καλὴν καὶ ἐναρμόνιον τῆς εὐσεβείας συμφωνίαν διέλυσεν, ἀλλ' ἀντέστησαν τῇ καλῇ συμφωνίᾳ τὴν καλὴν ὁμολογίαν. Ὁ δὲ κακόφρων ἐκεῖνος καὶ δυσσεβὴς τύραννος, ὡς προηγγέλθησαν οἱ περὶ τὸν Ἀνανίαν ἀπειθοῦντες τῷ 56.596 προστάγματι τῆς ἀνομίας, διαβολικῷ τύφῳ τὴν ψυχὴν πεπιεσμένος, καὶ αὐτὴν, ὡς εἰπεῖν, τοῦ ἄρχοντος τῆς κακίας τὴν ὄψιν ἀναλαβὼν, προσκαλεσάμενος αὐτούς φησιν· Εἰ ἀληθῶς, Σιδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγὼ, τοῖς θεοῖς μου οὐ λατρεύετε, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα οὐ προσκυνεῖτε; Ἐνόμισε σχῆμα εἶναι τὴν εὐσέβειαν, καὶ ἐρωτᾷ εἰ ἀληθῶς βασιλικοῖς προστάγμασιν ἀντιπίπτειν τολμῶσιν οἱ τὴν εὐσέβειαν ἐπαγγελλόμενοι· ἔμελλε δὲ παρ' αὐτῆς τῆς πείρας διδάσκεσθαι, ὅτι οἱ τοῦ Θεοῦ ἄνθρωποι οὐ μόνον τοῦ τυράννου τὰς ἀπειλὰς διαπτύουσιν, ἀλλὰ καὶ αὐτοῦ τοῦ πυρὸς τὴν ἀκμὴν τῇ δυνάμει τῆς εὐσεβείας καταπατήσουσι. Νῦν οὖν ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι χρυσῇ, ᾗ ἔστησα. βʹ. Καλῶς ἡρμήνευσε τὴν τῶν δαιμόνων προσκύνησιν, Πεσόντες προσκυνεῖτε. Ἀμήχανον τοὺς δαίμονας προσκυνοῦντας μὴ πεσεῖν μὲν εἰς ὄλεθρον, ἐκπεσεῖν δὲ τῆς ἀληθείας. Ἐὰν δὲ μὴ, φησὶ, προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. Πάντως εἰ κάμινός ἐστι, δῆλον ὅτι πῦρ ἐστιν· εἰ δὲ πῦρ ἐστιν, δῆλον καὶ καιομένη· ἀλλὰ μεγαλύνει καὶ πλατύνει τὴν ἀπειλὴν, ἵνα κάμψῃ τὴν γνώμην τῆς εὐσεβείας· Αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. Καὶ φορητὰ μὲν μέχρι τούτου τὰ τῆς ἀλαζονείας· ὅρα δὲ τί μετὰ ταῦτα προστίθησιν· Καὶ τίς ἐστι θεὸς, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; Ἄλλος οὗτος Φαραώ· καὶ γὰρ ἐκεῖνος πρὸς τὸν Μωϋσῆν φησι· Τίς ἐστι θεὸς, οὗ ἐπακούσομαι; Οὐκ οἶδα, φησὶν ὁ δυσσεβὴς, τὸν Κύριον, καὶ τὸν λαὸν οὐκ ἐξαποστελῶ. Ὢ τῆς πολλῆς τῶν ἀνθρώπων ἀλαζονείας! ὢ τῆς μεγάλης τοῦ Θεοῦ μακροθυμίας! Φθέγγεται ἄνθρωπος, καὶ ἀνέχεται Θεός· λαλεῖ ὁ πηλὸς, καὶ μακροθυμεῖ ὁ πλαστουργός· φθέγγεται γλῶσσα σαρκίνη, καὶ σπλαγχνίζεται ὁ τῶν ἀσωμάτων ἀγγέλων ∆εσπότης. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Εὔκαιρον ἐπὶ τούτου μνησθῆναι τοῦ Ἡσαΐου λέγοντος, Τί ἀλαζονεύεται γῆ καὶ σποδός; Θέλεις θαυμάσαι Θεοῦ μακροθυμίαν; Ἐννόησον τὴν εἰς σὲ γενομένην ὕβριν· πῶς ἀφόρητός σοι εἶναι νενόμισται. Ὑβρίζεταί τις πολλάκις ὑπὸ οἰκέτου, καὶ εὐθέως