3
∆ανιὴλ οὐ περὶ πόλεως μιᾶς, οὐδὲ περὶ ἔθνους βραχέος, ἀλλὰ περὶ τῶν μεγίστων βασιλειῶν προειρηκότα, Χαλδαϊκῆς, Περ σικῆς, Μακεδονικῆς, Ῥωμαϊκῆς, καὶ τῶν κατὰ μέ ρος ὑπὸ τούτων γεγενημένων, τῆς προφητικῆς προσ ηγορίας ἀποστερεῖν, καὶ τῆς πνευματικῆς χάριτος ἀλλότριον εἶναι λέγειν. Καὶ μὴν ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας τὸν Ναβουχοδονόσορ αἰδεσθῆναι τὸν 81.1264 δυσσεβῆ, τὸν θηριώδη, τὸν βάρβαρον, τὸν τῶν θείων ἀμύητον, βοῶντα περὶ τοῦ ∆ανιὴλ, καὶ λέγοντα· "Ὅτι Πνεῦμα Θεοῦ ἅγιόν ἐστιν ἐν αὐτῷ." Καὶ γὰρ τῷ ὄντι τοῦ θείου Πνεύματος ἔργον ἦν, καὶ τὸ ἐν ύπνιον εἰπεῖν, ὃ ἕτερος θεασάμενος ἐπελήσθη, καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀκριβῶς τε καὶ ἀλη θῶς. Ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει τὴν κατὰ τοῦ προ φήτου καταλῦσαι μανίαν, ἀλλὰ διὰ τοῦ προφήτου τῷ τοῦ προφήτου πολεμεῖτε ∆εσπότῃ. Ἀλλ' ὁ μὲν προ φήτης οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τεχνασμά των· προφήτην γὰρ αὐτὸν δείκνυσι τὰ θεῖα συγγράμ ματα, βεβαιοῖ δὲ τὴν πρόγνωσιν καὶ τὸ τῆς προῤῥή σεως τέλος. Ἀλλὰ γὰρ νῦν ὁρῶντες τὰ πράγματα νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα, καὶ ὑπ' αὐ τῶν ποδηγούμενοι τῶν πραγμάτων ῥᾳδίως λαμβάνο μεν τὴν τῶν πραγμάτων κατάληψιν· ὑμεῖς δὲ τὴν οἰκείαν παροινίαν καὶ διὰ τούτων δηλοῦτε. Ἀλλὰ νῦν μὲν ἐν κεφαλαίῳ τῆς ὑμετέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησάμεθα· ἡ δὲ κατὰ μέρος ἑρμηνεία ἐναργέστερον ὑμῶν ἐλέγξει τὴν ἄνοιαν. Φέρε τοί νυν, τήν τε ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν, καὶ τὴν Ἰουδαίων κατηγορίαν ἀποχρώντως ποιησάμενοι, τὴν τῆς προφητείας ὑπόθεσιν δήλην πρότερον καταστή σωμεν, εἶθ' οὕτως τῆς κατὰ λέξιν ἑρμηνείας ἁψώ μεθα. Μετὰ τὸν Ἰωσίαν (εὐσεβὴς δὲ οὗτος γεγένη ται βασιλεὺς) ἐβασίλευσε τῆς Ἰουδαίας Ἰωάχαζ, ὁ υἱὸς αὐτοῦ, τρεῖς μῆνας ὅλους καὶ ὀλίγας ἡμέρας· διώνυμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς Βασιλείαις, καὶ τοῖς Παραλειπομένοις, Ἰωάχαζ ὀνομάζεται· ὁ δὲ μακάριος Ἱερεμίας αὐτὸν ὁ προφήτης Σελεὶμ προσαγορεύει. Τοῦτον δορυάλωτον ὁ τῆς Αἰγύπτου βασιλεὺς Φαραὼ Νεχαὼ λαβὼν, αἰχμάλωτον εἰς τὴν Αἴγυπτον ἀπήγαγεν· ἐχειροτόνησε δὲ ἀντ' αὐτοῦ βασιλέα Ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ, καὶ Ἰωακεὶμ αὐτὸν προσηγόρευσεν. Ἐβασίλευσε δὲ οὗτος ἓν καὶ δέκα ἔτη πρὸς ὀλίγοις μησίν. Ἐν δὲ τῷ τρίτῳ ἔτει τῆς τούτου βασιλείας ἐπιστρατεύσας Ναβουχοδονόσορ, ὁ τῶν Βαβυλωνίων βασιλεὺς, ἔλαβε μὲν οὐκ ὀλίγους δορυαλώτους τῶν ἐπ' εὐγενείᾳ λαμπρυνομένων· ἔλαβε δὲ καὶ ἔνια τῶν ἱερῶν σκευῶν τῶν ταῖς θείαις λει τουργίαις ἀφιερωμένων· δασμὸν δέ τινα ἐπιθεὶς τῷ Ἰωακεὶμ ἀπῆρεν εἰς τὴν Βαβυλῶνα. Εἶτα, τού του τὸν ὁρισθέντα φόρον ἐκτῖσαι μὴ βουλομένου, πάλιν ἐπεστράτευσε τοῖς Ἱεροσολύμοις, καὶ τὴν πόλιν ἑλὼν, καὶ τοῦτον ἀνελὼν, καθίστησιν ἀντ' αὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ, Ἰωακεὶμ μὲν ὑπὸ τῶν Ἰουδαίων ὀνομασθέντα, Ἐλιακεὶμ δὲ πάλιν 81.1265 μετονομασθέντα. Καὶ τοῦτον δὲ ὁ μακάριος Ἱερε μίας ὁ προφήτης Ἰεχονίαν ὀνομάζει. "Ζῶ γὰρ, φησὶ, λέγει Κύριος, ἐὰν γενόμενος γένηται Ἰεχονίας, υἱὸς Ἰωακεὶμ βασιλέως Ἰούδα, ἀποσφράγισμα ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς, ἐκεῖθεν ἐκσπάσω σε, καὶ παραδώσω σε εἰς χεῖρας ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων." Καὶ τούτου τοίνυν τρεῖς μῆνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασιλείαν πρυτανεύσαντος, τότε πάλιν ὁ Ναβουχοδονόσορ, ὁ τῶν Βαβυλωνίων βασιλεὺς, στρατιὰν ἀποστείλας καὶ στρατηγὸν, τοῦτον μὲν αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν Βαβυ λῶνα, τῷ δὲ Σεδεκίᾳ θείῳ πρὸς πατρὸς αὐτοῦ ὄντι τὴν βασιλείαν ἐνεχείρισε· καὶ τούτου δὲ ἐνιαυ τὸν ἕνα πρὸς τοῖς δέκα βασιλεύσαντος, εἶτα τὸν ἐγ κείμενον οὐ δεδωκότος φόρον, μετὰ πολλῆς μὲν δυνάμεως ἐπιστρατεύει τοῖς Ἱεροσολύμοις τῶν Βαβυ λωνίων ὁ βασιλεὺς, ἔπειτα πολιορκήσας, καὶ τῷ λιμῷ κατ' αὐτῶν συμμάχῳ χρησάμενος, καὶ μηχανή ματα τοῖς περιβόλοις προσενεγκὼν, ῥήγνυσι μὲν τὸ τεῖχος, ἀναιρεῖ δὲ τοὺς πλείστους, τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας ἀπάγει δορυαλώτους, πυρὶ τήν τε πόλιν καὶ τὸ ἱερὸν παραδούς. Ἀλλ' ὁ τῶν ὅλων Θεὸς, ὁ ταῦτα παθεῖν