1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

44

προγινώσκων τὴν μέχρι τέλους ἀσέβειαν, τῷ θανάτῳ καταλύει τῆς ἀσεβείας τὴν αὔξησιν. Εὐθὺς δὲ ἀκούσας Βαλτάσαρ τῶν ὑπὸ τοῦ ∆ανιὴλ ἑρ μηνευθέντων, ἐκέλευσεν αὐτὸν τὸ προκείμενον ἆθλον λαβεῖν, τὴν πορφύραν, καὶ τὸν μανιάκην τὸν χρυ σοῦν· εἶτα τοῦτον αὐτὸν διακοσμήσας τὸν τρόπον, τῇ τοῦ κήρυκος χρώμενος φωνῇ τοὺς ὑπηκόους ἐδίδα σκεν, ὡς τρίτον αὐτὸν τῆς βασιλείας ἀπέφηνεν ἄρχοντα. Ἀλλ' οὐδὲν τούτων τὴν θείαν ἀπόφασιν ἔλυσεν. λʹ. "Ἐν αὐτῇ γὰρ, φησὶ, τῇ νυκτὶ ἀνῃρέθη Βαλ τάσαρ, ὁ βασιλεὺς Χαλδαίων." Χαλδαῖον δὲ αὐτὸν ἐνταῦθα προσηγόρευσεν, ἵνα δείξῃ λοιπὸν τῆς Χαλ δαϊκῆς βασιλείας τὸ τέλος. Ἀληθῶς "φοβερὸν τὸ ἐμ πεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος," κατὰ τὸν θεῖον Ἀπόστολον· φοβερὸν, "τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ μακροθυμίας κατα φρονεῖν," ἀλλὰ μὴ προσκυνεῖν καὶ θεραπεύειν εἰς δύναμιν. Τίς γὰρ σκληρὸς γενόμενος, ᾗ φησιν ὁ προφήτης, ἐναντίον Κυρίου ὑπέμεινε; Τούτου χάριν καὶ ὁ μακάριος παρεγγυᾷ ∆αβίδ· "Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παροργισμῷ." Καὶ τοῦτο ἑρμη νεύων ὁ μακάριος παραινεῖ Παῦλος· "Βλέπετε, 81.1393 ἀδελφοὶ, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος· ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν, μέχρις ἂν οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας." Οἶδε γὰρ πολλάκις ἡ ἁμαρτία ταῖς ἡδοναῖς ἡμᾶς καταθέλγουσα, καθάπερ ἐκεῖνον τὸν ἀνόητον βασιλέα διὰ τῆς μέθης, οὕτω σκληρύνειν ἡμῶν τὴν καρδίαν καὶ ἀντίτυπον ἀπο φαίνειν, ὡς καὶ τῆς ἀσεβείας τὴν νόσον ῥᾳδίως εἰσ δέχεσθαι. Φύγωμεν τοίνυν, παρακαλῶ, τοῦ διαβόλου τὴν ἐξαπάτην, καὶ τὴν ἐπίμονον ἀρετὴν τῆς ἡδονῇ βραχείᾳ κεχρημένης προτιμήσωμεν ἁμαρτίας, ἵνα τῆς μὲν τοῦ Βαλτάσαρ κοινωνίας ἀποφανθῶμεν ἀλ λότριοι, τῆς δὲ τοῦ ∆ανιὴλ συμμορίας ἀπολαύσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πα τρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ʹ. Ναβουχοδονόσορ, Εὐιλὰδ Μαροδὰχ υἱὸς αὐτοῦ, Βαλτάσαρ ἀδελφὸς αὐτοῦ· ∆αρεῖος Μῆδος, κατὰ Ἰώσηππον, υἱὸς τοῦ Ἀστυάγους, τοῦ δὲ Κύρου θεῖος πρὸς μητρός· ὁ δὲ Κῦρος Πέρσης· Ἕλληνες Κυαξάρην αὐτὸν προσκαλοῦσιν. λαʹ. Καὶ ∆αρεῖος ὁ Μῆδος παρέλαβε τὴν βασιλείαν ὢν ἐτῶν ἑξήκοντα δύο." Ἡ μὲν τῶν Χαλδαίων βασιλεία τὸ τέλος ἔλαβε κατὰ τὴν θείαν πρόῤῥησιν· εἰς δὲ Μή δους μεταβέβηκεν ἡ τῆς οἰκουμένης ἡγεμονία. Οὕτω δὲ καὶ ὁ ∆ανιὴλ προηγόρευσε, καὶ τὸ Φαρές ἡρμή νευσε· "∆ιῃρέθη γὰρ, φησὶν, ἡ βασιλεία σου, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις." Ἀλλὰ χρόνον ὀλίγον ∆αρείου τοῦ Μήδου βασιλεύσαντος, Κῦρος, παραλα βὼν τὴν ἀρχὴν, εἰς Πέρσας αὐτὴν μετατίθησιν. Ἰώ σηππος δὲ ὁ ἱστοριογράφος τὸν ∆αρεῖον μὲν υἱὸν τοῦ Ἀστυάγους εἶναί φησι, τοῦ δὲ Κύρου θεῖον πρὸς μητρὸς, τοὺς δὲ τῶν Ἑλλήνων συγγραφέας ἑτέρως αὐτοῦ τὸ ὄνομα τεθεικέναι· Κυαξάρην γὰρ αὐτὸν ἐκεῖνοι προσηγορεύκασι. Λέγει δὲ, ὅτι κατὰ ταὐτὸν ἐπιστρατεύσαντες τῇ Βαβυλῶνι ∆αρεῖός τε καὶ Κῦρος, ὁ τούτου ἀδελφιδοῦς, ἐκράτησαν τῆς πόλεως πολιορ κίᾳ χρησάμενοι, καὶ τὸν Βαλτάσαρ ἀνεῖλον κατ' ἐκείνην τὴν νύκτα, καθ' ἣν ἐν τῷ τοίχῳ τὰς συλλαβὰς ἐκείνας γραφομένας ἐθεάσατο. Ἀλλ' οὐκ ἐᾷ οὕτω πι 81.1396 στεύειν τὰ ὑπὸ τοῦ μακαρίου ∆ανιὴλ συγγεγραμ μένα· διδάσκει δὲ ἡμᾶς ἐν τῷ τέλει τοῦ κατὰ τὸν ∆αρεῖον διηγήματος, ὅτι κατηύθυνε ∆ανιὴλ ἐν τῇ βασιλείᾳ ∆αρείου καὶ ἐν τῇ βασιλείᾳ Κύρου τοῦ Πέρσου, καὶ δείκνυσιν ἑτέραν μὲν τοῦ ∆α ρείου βασιλείαν, ἑτέραν δὲ τοῦ Κύρου. Εἰ δὲ μία αὐτοῖς κατὰ τῆς Βαβυλῶνος ἐγεγόνει στρατεία, μία ἄρα ἦν καὶ ἡ βασιλεία· νῦν δὲ, ἄλλην μὲν ταύτην, ἄλλην δ' ἐκείνην εἶναί φησι. Καὶ ἐν τῷ τέλει δὲ τῆς προφητείας οὕτω φησὶν ὁ ∆ανιήλ· "Καὶ ὁ βασι λεὺς Ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὑτοῦ, καὶ παρέλαβε τὴν βασιλείαν Κῦρος ὁ Πέρσης." Οὐ τοί νυν ∆αρεῖος καὶ Κῦρος κατὰ ταὐτὸν βασιλεύσαντες, τὸν Βαλτάσαρ ἀνεῖλον· ἀλλ' ὁ μὲν ∆αρεῖος ὁ Ἀσσουήρου πρότερον, ὕστερον δὲ Κῦρος ἐβασίλευσεν. Οὐδὲ ταῖς