3
πάλιν μετ' αἰσχύνης Ἑλληνικὰς κήρυσσε τὰς τειχουργίας, ἃς Ἕκτορος χεὶρ καὶ βολὴ καταστρέφει ἀραχνοειδῶς τοῖς στρατοῖς ἐκτισμένας. Ὡς οὖν καμίνους οἱ μὲν ἐκ τῶν τεκτόνων πυριφλεγούσαις ἀντανῆπτον ταῖς λίθοις, οἱ δὲ στροφὰς ἔπασχον ἀντελιγμάτων, τοῖς μαγγάνοις βάλλοντες εἰς βάθρον πέτρας, οἱ Κρητικοὶ δράκοντες οἱ λοφοδρόμοι, ἐκ τῶν φαράγγων ἐκδραμόντες, εἰς μίαν βουλὴν συνηθροίζοντο τὴν αὐτοκτόνον, καὶ τῷ στρατῷ μὲν συμβαλεῖν οὐκ εὐτύχουν ἔπληττεν αὐτοὺς ὁ στρατὸς γὰρ ὡς βέλος, τοῖς τέκτοσιν δὲ προσβαλόντες ὀξέως, πίπτουσιν εἰς γῆν τῇ βολῇ τῶν τεκτόνων· ὁ σὸς γὰρ αὐτοὺς ὡς στρατηγέτης πόθος ἔπειθε τὴν δίκελλαν εἰς ξίφος τρέπειν. καὶ γίνεται ῥοῦς ἐκχυθεὶς τῶν αἱμάτων εἰς πλησμονὴν ἄπειρον ὑδατουμένην καὶ τὰς καμίνους σβεννύει τὰς ἐμπύρους, ὥσπερ χαράδρας εἰσπεσοῦσα πικρία λαβὼν δὲ τὴν ἄσβεστον εἶχεν ὁ κτίσων φοινικοειδῆ τῶν πετρῶν τῇ συνθέσει. κάλει, στρατηγέ, τὴν πόλιν Φοινικίαν· φοινίσσεται γὰρ τῇ βαφῇ τῶν αἱμάτων. Ὡς οὖν στρατηγῶν ὁ κρατῶν Νικηφόρος ἔγνω τὸ συμβάνκαὶ γὰρ ἠγνόει τότε, πέμψας κατέσχε ζῶντας ἐκ τῶν βαρβάρων ὄφεις πονηροὺς πέντε πεντηκοντάδας, βαλὼν δὲ κλοιοὺς εἰς ἀκαμπεῖς αὐχένας, τούτοις παρεῖχε πατρικὰς τὰς ἀξίας. Κρήτη, τὰ τέκνα, βαρβαροτρόφε, βλέπε οἵων μετέσχον ἀξιωμάτων ἄφνω. Ἐπεὶ δὲ μοῖραν εἶχε νὺξ τὴν ἑβδόμην τῆς εὐφρόνης γὰρ τὸ σκότος παρεκράτει, σάλπιγγας ἠλάλαξαν ἐν βοῇ ξένῃ καὶ πᾶς κρατῶν ἦν σὺν βοῇ τὴν ἀσπίδα, πεζός, στρατηγός, ταξιάρχης, ἱππότης. τῆς ἡμέρας δὲ τῆς ῥοδόχρου λαμπάδας ἐκ τῶν σκοτεινῶν ἀνταναψάσης πόρων, φάλαγξ ἀνώρμων ἱππικὴ ξιφηφόρος, ἔχουσα πλῆθος μυριάνδρου πεντάδος. πεζῶν δὲ πολλῶν ἦν ὁρᾶν πανοπλίαν, κινουμένην ἄριστα τακτικῇ βάσει, καὶ τοὺς στρατηγοὺς ὥσπερ ἐν ποίμνῃ μέσον βαίνοντας, ἀρνῶν θηροβάκχους ποιμένας. ὡς δὲ κλοπῇ χαίροντες ἅρπαγες λύκοι χειμῶνος ὥρᾳ καὶ παρεκτάσει κρύους ὁμοῦ ζυγέντες τῶν ὀρῶν ὁμοφρόνως μάνδρας κλονοῦσι καὶ βιάζουσιν κύνας, οὕτω ζυγέντες οἱ κλάδοι τῶν σῶν πόνων, ἱππεῖς, στρατάρχαι, τοξόται, λοχοκράται, πύργους βαλεῖν ἔσπευδον ἐν τάχει κάτω, θυμοῦ πνέοντες ὥσπερ ἄκριες ζάλης. Ὁ λαμπάδας δὲ φωσφόρους κακοχρόους καιροῖς ἀνίσχων καὶ καταστέλλων πάλιν λουτροῖς κατημαύρωσε τὰς λαμπηδόνας, καὶ νὺξ τὸ πέπλον ἐκ βαφῆς μελαγχρόου εἰς πάντα γῆς ἥπλωσε καὶ πόλου μέρη. τῶν σῶν δὲ πλῆθος οὐ στρατῶν ἢ θηρίων θῆρες γὰρ οὗτοι τοῖς σπαραγμοῖς βαρβάρων ἄγρυπνον εἶχε τὴν βάσιν καὶ τὴν στάσιν. εἰ δ' ἦν κλαπείς τις ἀμερίμνους εἰς ὕπνους, ἐκεῖ παρεστὼς ἐξ ὀνειράτων πύλης τοιαῦτα φωνῶν τῆς βλάβης ἀνεστόμους· Τί τὸν στρατηγὸν οὐ δεδοικώς, ἱππότα, μέσον σφαγῆς πέπτωκας εἰς ξένους τόπους, ὅπου τροπή, κίνδυνος ἐστομωμένος, πνέει καθ' ἡμῶν φλεγμονὰς πυρεκβόλους; μικρόν τι καρτέρησον ἐμβαλὼν κράνος· ὑπὲρ θεοῦ νῦν ἵστασαι καὶ τῆς δίκης. ἄφες τὸν ὕπνον καὶ κράτει τὴν ἀσπίδα, μὴ γνῷ τὸ συμβὰν ὁ στρατηγὸς τῆς μάχης. οὕτω τὸ νωθρὸν ἐξέκοπτες ἐργάτου, εἴπερ παρῆν τις νωθρότης τοῖς οἰκέταις.
Ἐπεὶ δὲ καὶ φῶς ἡμέρα προμηνύειν λευκοῖς χιτῶσιν ἤρξατο ζοφοφθόρος, πέπλοις δὲ λαμπροῖς ἐστόλισεν αἰθέρα, ἦν γῆν θεωρεῖν λευκόμορφον καὶ μάχης κήρυκα τῶν σῶν ἐκδραμεῖν στρατευμάτων, τείχει δὲ μακρῷ τὴν φάλαγγα προσξέειν ἐπεισπεσοῦσαν τῶν ἐναντίων ἄφνω. ἐκεῖ τὸ πλῆθος τῶν φερεκλοίων ἅπαν τάξας στρατηγὸς τμητικῶς ἀναρπάσαι, οἱ συστρατάρχαι τῆς πικρᾶς ἀλγηδόνος τὸ συμβὰν οὐκ ἤνεγκαν, ἀλλὰ τὰς θύρας ἤνοιξαν, ἐξέπτησαν ἀντὶ στρουθίων καὶ πρὸς τάφρον πλήξαντες ἀντανακλάσει τὴν τάφρον ἀντέβαινον· ἀλλ' ἐμπροσθίως πληγέντες ἐξήλαυνον ἐξοπισθίως. ὡς οὖν φυγῆς ἦν γὰρ τρόμου καὶ δειλίας δεινὸς χαρακτὴρ καὶ ταχύστροφος κλόνος, ἡ τάφρος αὕτη τῶν ἐναντίων τάφος καὶ συμφορᾶς ἦν ἀστέγαστος οἰκία. εἶχον γὰρ αὐτοὶ συμποδιστὰς καὶ τόπους, οὕσπερ κατεσκεύαζον εἰς σωτηρίαν, ὡς ἂν μάθωσιν ἐξ ἀναισθήτων τόπων τὴν πίστιν αὐτῶν ἀξίαν