4
τὰς ἐπιθυμίας αὐτῶν τὰς πονηράς, ἵνα τούτους συνηγόρους ἔχοντες τῆς κακίας μοιχεύωσιν, ἁρπάζωσι, φονεύωσι καὶ τὰ δεινὰ πάντα ποιῶσιν. 8.4 εἰ γὰρ οἱ θεοὶ αὐτῶν τοιαῦτα ἐποίησαν, πῶς καὶ αὐτοὶ οἱ προσέχοντες αὐτοῖς ἄνθρωποι οὐ τοιαῦτα πράξουσιν; 8.5 ἐκ τούτων οὖν τῶν ἐπιτηδευμάτων τῆς πλάνης συνέβη τοῖς ἀνθρώ- ποις πολέμους ἔχειν συχνοὺς καὶ σφαγὰς καὶ αἰχμαλωσίας πικράς.
9.1 Ἀλλὰ καὶ καθ' ἕκαστον τῶν θεῶν αὐτῶν εἰ θελήσομεν ἐπεξελθεῖν τῷ λόγῳ, πολλὴν ὄψει ἀτοπίαν. 9.2 οὕτως παρεισάγεται αὐτοῖς πρὸ πάντων θεὸς ὁ λεγόμενος Κρόνος καὶ τούτῳ θύουσι τὰ ἴδια τέκνα. 9.3 ὃς ἔσχε παῖδας πολλοὺς ἐκ τῆς Ῥέας καὶ μανεὶς ἤσθιε τὰ ἴδια τέκνα. 9.4 φασὶ δὲ τὸν ∆ία κόψαι αὐτοῦ τὰ ἀναγκαῖα καὶ βαλεῖν εἰς τὴν θάλασσαν, ὅθεν Ἀφροδίτη μυθεύεται γεννηθῆναι. δήσας οὖν τὸν ἴδιον πατέρα ὁ Ζεὺς ἔβαλεν εἰς τὸν Τάρταρον. 9.5 ὁρᾷς τὴν πλάνην καὶ ἀσέλγειαν, ἣν παρεισάγουσι κατὰ τοῦ θεοῦ αὐτῶν· ἐνδέχεται οὖν θεὸν εἶναι δέσμιον καὶ ἀπόκοπον; ὢ τῆς ἀνοίας· τίς τῶν νοῦν ἐχόντων ταῦτα φήσειεν; 9.6 δεύτερος παρεισάγεται ὁ Ζεύς, ὅν φασι βασιλεῦσαι τῶν θεῶν αὐτῶν καὶ μεταμορφοῦσθαι εἰς ζῷα, ὅπως μοιχεύσῃ θνητὰς γυναῖκας. 9.7 παρεισάγουσι γὰρ τοῦτον μεταμορφούμενον εἰς ταῦρον πρὸς Εὐρώ-πην, καὶ εἰς χρυσὸν πρὸς ∆ανάην, καὶ εἰς κύκνον πρὸς Λήδαν, καὶ εἰς σάτυρον πρὸς Ἀντιόπην, καὶ εἰς κεραυνὸν πρὸς Σεμέλην· εἶτα γενέσθαι ἐκ τούτων τέκνα πολλά, ∆ιόνυσον, καὶ Ζῆθον καὶ Ἀμφίονα, καὶ Ἡρακλῆν, καὶ Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ Περσέα, Κάστορά τε καὶ Ἑλένην καὶ Πολυδεύκην, καὶ Μίνωα, καὶ Ῥαδάμανθυν, καὶ Σαρπηδόνα, καὶ τὰς ἐννέα θυγατέρας ἃς προσηγόρευσαν Μούσας. εἶθ' οὕτως παρεισάγουσι τὰ κατὰ τὸν Γανυμήδην. 9.8 συνέβη οὖν, βασιλεῦ, τοῖς ἀνθρώποις μιμεῖσθαι ταῦτα πάντα, καὶ γίνεσθαι μοιχοὺς καὶ ἀρρενομανεῖς, καὶ ἄλλων δεινῶν ἔργων ἐργάτας, κατὰ μίμησιν τοῦ θεοῦ αὐτῶν. 9.9 πῶς οὖν ἐνδέχεται θεὸν εἶναι μοιχὸν ἢ ἀνδροβάτην ἢ πατροκτόνον;
10.1 Σὺν τούτῳ δὲ καὶ Ἥφαιστόν τινα παρεισάγουσι θεὸν εἶναι καὶ τοῦτον χωλὸν καὶ κρατοῦντα σφῦραν καὶ πυρολάβον καὶ χαλκεύοντα χάριν τροφῆς. 10.2 ἆρα ἐπενδεής ἐστιν; ὅπερ οὐκ ἐνδέχεται θεὸν εἶναι χωλὸν καὶ προσδεόμενον ἀνθρώπων. 10.3 εἶτα τὸν Ἡρμῆν παρεισάγουσι θεὸν εἶναι ἐπιθυμητὴν καὶ πλεονέκτην καὶ μάγον καὶ κυλλὸν καὶ λόγων ἑρμηνευτήν. 10.4 ὅπερ οὐκ ἐνδέχεται θεὸν εἶναι τοιοῦτον. 10.5 Τὸν δὲ Ἀσκληπιὸν παρεισάγουσι θεὸν εἶναι, ἰατρὸν ὄντα καὶ κατασκευάζοντα φάρμακα καὶ σύνθεσιν ἐμπλάστρων χάριν τροφῆς. ἐπενδεὴς γὰρ ἦν· ὕστερον δὲ κεραυνοῦσθαι αὐτὸν ὑπὸ τοῦ ∆ιὸς διὰ Τυνδάρεων Λακεδαίμονος υἱὸν καὶ ἀποθανεῖν. 10.6 εἰ δὲ Ἀσκληπιὸς θεὸς ὢν καὶ κεραυνωθεὶς οὐκ ἠδυνήθη ἑαυτῷ βοηθῆσαι πῶς ἄλλοις βοηθήσει; 10.7 Ἄρης δὲ παρεισάγεται θεὸς εἶναι πολεμιστὴς καὶ ἐπιθυμητὴς θρεμμάτων καὶ ἑτέρων τινῶν· ὕστερον δὲ αὐτὸν μοιχεύοντα τὴν Ἀφροδίτην δεθῆναι αὐτὸν ὑπὸ τοῦ νηπίου Ἔρωτος καὶ ὑπὸ Ἡφαίστου. πῶς οὖν θεός ἐστιν ὁ ἐπιθυμητὴς καὶ πολεμιστὴς καὶ δέσμιος καὶ μοιχός; 10.8 Τὸν δὲ ∆ιόνυσον παρεισάγουσι θεὸν εἶναι, νυκτερινὰς ἄγοντα ἑορτὰς καὶ διδάσκαλον μέθης καὶ ἀποσπῶντα τὰς τῶν πλησίον γυναῖκας καὶ μαινόμενον καὶ φεύγοντα· ὕστερον δὲ αὐτὸν σφαγῆναι ὑπὸ τῶν Τιτάνων. εἰ οὖν ∆ιόνυσος σφαγεὶς οὐκ ἠδυνήθη ἑαυτῷ βοηθῆσαι, ἀλλὰ καὶ μαινόμενος ἦν καὶ δραπέτης, πῶς ἂν εἴη θεός; 10.9 Τὸν δὲ Ἡρακλῆν παρεισάγουσι μεθυσθῆναι καὶ μανῆναι καὶ τὰ ἴδια τέκνα σφάξαι, εἶτα πυρὶ ἀναλωθῆναι καὶ οὕτως ἀποθανεῖν. πῶς δ' ἂν εἴη θεὸς μέθυσος καὶ τεκνοκτόνος καὶ κατακαιόμενος; ἢ πῶς ἄλλοις βοηθῆσαι, ἑαυτῷ βοηθῆσαι μὴ δυνηθείς;
11.1 Τὸν δὲ Ἀπόλλωνα παρεισάγουσι θεὸν εἶναι ζηλωτήν, ἔτι δὲ καὶ τόξον καὶ φαρέτραν κρατοῦντα, ποτὲ δὲ καὶ κιθάραν καὶ ἐπαυθίδα καὶ μαντευόμενον τοῖς