1

 2

 3

 4

 5

 6

 7

4

τὸ κακόν; εἰ δὲ συγγνώμης ἄξιον, τί χαλεπαίνεις τῷ θυμου μένῳ; Ὥστε, εἰ δεύτερος ἦλθες πρὸς τὴν ἀντίδοσιν, οὐδέν σε τοῦτο ὀνήσει. Οὐδὲ γὰρ ἐν τοῖς στεφανίταις ἀγῶσιν ὁ κατάρξας τῶν παλαισμάτων, ἀλλ' ὁ ὑπερ βαλλόμενος στεφανοῦται. Καὶ κατακρίνεται τοίνυν οὐχὶ μόνον ὁ καθηγησάμενος τοῦ δεινοῦ, ἀλλ' ὁ καὶ πονηρῷ ἡγεμόνι πρὸς τὴν ἁμαρτίαν ἐξακολου θήσας.

Ἐὰν πένητά σε προσείπῃ, εἰ μὲν ἀληθῆ λέγει, κατάδεξαι τὴν ἀλήθειαν· εἰ δὲ ψεύδεται, τί πρὸς σὲ τὸ λεγόμενον; Μήτε πρὸς ἐπαίνους χαυνωθῇς τοὺς ὑπὲρ τὴν ἀλήθειαν· μήτε πρὸς ὕβρεις ἀγριανῇς τὰς οὐχ ἁπτομένας σου. Οὐχ ὁρᾷς τὰ τοξεύματα, πῶς τῶν μὲν στεῤῥῶν καὶ ἀντιτύπων πέφυκε διεκπίπτειν, ἐν δὲ τοῖς ἁπαλοῖς καὶ ὑπείκουσι τὴν ὁρμὴν ὑπεκλύειν; Τοιοῦτον δή τι νόμιζε εἶναι καὶ τὸ τῆς λοιδορίας. Ὁ μὲν ἀντιβαίνων εἰς ἑαυτὸν καταδέχεται· ὁ δὲ ἐν διδοὺς καὶ ὑπείκων ἐν τῇ ἁπαλότητι τοῦ τρόπου τὴν ἐπ' αὐτὸν φερομένην πονηρίαν διέλυσε. Τί δέ σε ταράσσει ἡ προσηγορία τοῦ πένητος; Μνήσθητι τῆς φύσεως σεαυτοῦ· ὅτι γυμνὸς εἰς τὸν κόσμον εἰσῆλθες, γυμνὸς καὶ ἀπελεύσῃ.

Τί δὲ γυμνοῦ πενιχρότερον; Οὐδὲν ἤκουσας δεινὸν, ἐὰν μὴ σεαυτῷ οἰκειώσῃς 31.364 τὰ εἰρημένα. Τίς ποτε ἀπήχθη διὰ πενίαν εἰς δεσμω τήριον; Οὐ τὸ πένεσθαι ἐπονείδιστον, ἀλλὰ τὸ μὴ φέρειν εὐγενῶς τὴν πενίαν. Μνήσθητι τοῦ ∆εσπότου· ὅτι Πλούσιος ὢν, ἐπτώχευσε δι' ἡμᾶς. Ἐὰν ἄφρονά σε καὶ ἀμαθῆ προσαγορεύσῃ, ὑπομνήσθητι τῶν Ἰουδαϊκῶν ὕβρεων, αἷς τὴν ἀληθινὴν σοφίαν ἐλοιδο ρήσαντο· Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις. Ἐὰν μὲν οὖν ὀργισθῇς, ἐβεβαίωσας τὰ ὀνείδη· τί γὰρ ὀργῆς ἀφρονέστερον; ἐὰν δὲ μείνῃς ἀόργητος, ᾔσχυ νας τὸν ὑβρίσαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξά μενος. Ἐῤῥαπίσθης; καὶ γὰρ καὶ ὁ Κύριος. Ἐνεπτύσθης; καὶ γὰρ ὁ ∆εσπότης ἡμῶν. Οὐ γὰρ ἀπέστρεψε τὸ πρόσωπον ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Ἐσυκοφαντήθης; καὶ γὰρ καὶ ὁ κριτής.

Περιέῤῥηξάν σου τὸν χιτωνίσκον; Ἀπέδυσάν μου καὶ τὸν Κύριον, καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ ἑαυτοῖς. Οὔπω κατ εκρίθης, οὔπω ἐσταυρώθης. Πολλά σοι λείπει, ἵνα φθάσῃς αὐτοῦ πρὸς τὴν μίμησιν. Τούτων ἕκαστον ὑποτρεχέτω σου τὴν διά νοιαν, καὶ καταστελλέτω τὴν φλεγμονήν. Αἱ γὰρ τοιαῦται προπαρασκευαὶ καὶ διαθέσεις, οἷον πηδή ματα τῆς καρδίας καὶ σφυγμοὺς ἀφαιροῦσαι, εἰς εὐστάθειαν καὶ γαλήνην τοὺς λογισμοὺς ἐπανάγουσι. Καὶ τοῦτό ἐστιν ἄρα τὸ ὑπὸ τοῦ ∆αβὶδ εἰρημέ νον· ὅτι Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην. ∆εῖ τοίνυν τὸ μανικὸν καὶ ἔκπληκτον κίνημα τῆς ψυχῆς καταστέλλειν τῇ μνήμῃ τῶν μακαρίων ἀνδρῶν ὑπο δειγμάτων· πῶς ὁ μέγας ∆αβὶδ πράως ἠνείχετο τῆς παροινίας τοῦ Σεμεεί. Οὐ γὰρ ἐδίδου καιρὸν τῇ ὀργῇ κινηθῆναι, πρὸς τὸν Θεὸν μεταφέρων τὴν ἔννοιαν· ὅτι Κύριος εἶπε, φησὶ, τῷ Σεμεεὶ καταρᾶσθαι τὸν ∆αβίδ.

∆ιόπερ ἀκούων αἱμάτων ἀνὴρ, καὶ ἀνὴρ παράνομος, οὐκ ἐκείνῳ ἐχαλέπαινεν, ἀλλ' ἑαυτὸν ἐταπείνου, ὡς κατὰ τὴν ἀξίαν αὐτῷ τῆς ὕβρεως ἀπαντώσης. ∆ύο δὴ ταῦτα περίελε σεαυτοῦ, μήτε σεαυτὸν μεγάλων ἄξιον κρίνῃς, μήτε ἀνθρώπων τινὰ παρὰ πολὺ ἐλαττοῦσθαί σου κατὰ τὴν ἀξίαν νομίσῃς. Οὕτω γὰρ οὐδέποτε ὁ θυμὸς ἐν ταῖς ἐπ αγομέναις ἡμῖν ἀτιμίαις ἐπαναστήσεται. ∆εινὸν μὲν τὸν εὐεργετηθέντα, καὶ ταῖς μεγίσταις ὑπόχρεων χά ρισι, πρὸς τῷ ἀχαρίστῳ ἔτι καὶ ὕβρεως καὶ ἀτιμίας κατάρξαι. ∆εινὸν μὲν, ἀλλὰ τῷ ποιοῦντι μεῖζόν ἐστι κακὸν ἢ τῷ πάσχοντι. Ἐκεῖνος ὑβριζέτω· σὺ δὲ μὴ ὑβρίζου. Γυμνάσιόν σοι πρὸς φιλοσοφίαν ἔστω τὰ 31.365 ῥήματα. Ἐὰν μὴ δηχθῇς, ἄτρωτος εἶ. Ἐὰν δὲ καὶ πάθῃς τι τὴν ψυχὴν, ἐν σεαυτῷ κάτασχε τὸ λυπηρόν. Ἐν ἐμοὶ γὰρ, φησὶν, ἐταράχθη ἡ καρδία μου· τουτ έστιν, οὐ διεδόθη πρὸς τὸ ἔξω τὸ πάθος, ἀλλ' οἷόν τι κῦμα εἴσω τῶν αἰγιαλῶν κατακλασθὲν ἐστορέσθη.