1

 2

 3

 4

4

νόησον πατρικὴν, ἵνα μοι τὸν ἀκριβῆ τῆς εἰκόνος διασώσῃς λόγον, ἵνα μοι νοήσῃς θεοσεβῶς· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· οὐκ οὐσιῶν σύγχυσιν, ἀλλὰ χαρακτήρων ταυτότητα. Ἀλλὰ γὰρ ἔοικεν ἐναντιώτατον εἶναι τῶν πραγμάτων, ἀγαπητοὶ, ὅπου γε καὶ τὴν ἡμετέραν ἀσθένειαν ἐξεβιάσατο τὸ εὐπειθὲς τῆς ὑμετέρας ἀκοῆς εἰπεῖν τι ἐν μέσοις καὶ φθέγξασθαι, ἵνα ἡ δύναμις 31.600 τοῦ Θεοῦ ἐν τῇ τοῦ ὀργάνου ἀσθενείᾳ μάλιστα δια-φανῇ.

Τάχα γὰρ διὰ τοῦτο ὑπερεπερίσσευσεν ἡμῶν τὸ ἀσθενὲς, ἵνα ἐπὶ πλεῖον δοξασθῇ ὁ τὸ ἀσθενὲς ἐνισχύων. Ὁ δὲ περιαγαγὼν ἡμῶν τὴν πανήγυριν ταύτην, καὶ πέρας δοὺς ταῖς περυσιναῖς εὐχαῖς, καὶ κεφαλὴν δοὺς τῷ ἐπιόντι χρόνῳ (ἡ γὰρ αὐτὴ ἡμέρα ὁρίζει ἡμῖν τὸν παρελθόντα κύκλον, καὶ κεφαλὴ γίνεται πάλιν τῷ ἐπερχομένῳ), ὁ τοίνυν ἐπισυνάξας καὶ χαρισάμενος τοῦ μέλλοντος τὴν ἐνέργειαν, διαφυλάξειεν ἡμᾶς ἐν αὐτῷ ἀβλαβεῖς, ἀνεπηρεάστους, ὑπὸ τοῦ λύκου ἀδιαρπάκτους· ἄσειστον τὴν Ἐκκλησίαν ταύτην, φρουρουμένην τοῖς μεγάλοις πύργοις τῶν μαρτύρων διατηρήσειε. Πᾶσαν ἐπιβουλὴν καὶ προσβολὴν αἱρετικῶν μηνιαμάτων ἀποστρέψειεν· ἐν ἡσυχίᾳ δὲ παράσχοι ἡμῖν διδάσκεσθαι τὰ θεῖα λόγια, καὶ διδάσκειν τὴν ἐπιχορηγουμένην χάριν τοῦ Πνεύματος· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.