De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
προσκυνοῦνται παρὰ τῶν δομεστίκων καὶ προτηκτόρων, καὶ τὸ Περσίκην αὐτοῖς ἀπαντᾷ, καὶ πάντα κατὰ τὸ εἰωθὸς γίνεται. ἐπὰν δὲ θέλῃ ἀπολῦσαι αὐτοὺς, δεῖ τὸν μάγιστρον ποιῆσαι γνῶσιν κατὰ γνώμην τοῦ βασιλέως, τί ἕκαστος ὀφείλῃ λαβεῖν, καὶ πάντων τῶν ἀνθρώπων αὐτῶν τί ἕκαστος λαμβάνει, καὶ δοῦναι τῷ κόμητι τῶν λαργιτιόνων. καὶ ἐπὰν κἀκεῖνος εὐτρεπισθῇ, δίδωσι σιλέντιον ὁ βασιλεύς. καὶ τῇ ἑξῆς πάντα γίνεται ὡς ἐν σιλεντίῳ, καὶ ἔρχονται οἱ πρέσβεις, οὐκέτι πάντες ὁμοῦ, ἀλλ' εἰς τοὺς τόπους αὐτῶν μετὰ τῶν Κωνσταντινουπόλεως ἀρχόντων ἀναμεμιγμένοι, καὶ κελεύοντος τοῦ βασιλέως, εἰσάγει ὁ δικουρίων τοὺς ἀνθρώπους αὐτῶν κατὰ τάγμα τάγμα, καὶ μηνύει ὁ δικουρίων· "κόμητες φυλῶν, διδασκαλικοὶ, λευκοφόροι, δρομεῖς, δεκανοὶ" καὶ ἁπλῶς πάντας 398 τοὺς μετ' αὐτῶν ἐλθόντας, καὶ δίδωσιν ἕκαστον τὴν ῥόγαν ὁ βασιλεύς. καὶ μετὰ τὸ ἐξελθεῖν τοὺς ἀνθρώπους αὐτῶν τότε καὶ αὐτοῖς τοῖς πρεσβευταῖς δίδωσιν ὅσα ἐκέλευσεν εὐτρεπισθῆναι εἰς λόγον αὐτῶν, καὶ δέχονται αὐτὸν οἱ σιλεντιάριοι, καὶ ἐγείρεται ὁ βασιλεὺς, καὶ ἐὰν μὴ ὦσιν πατρίκιοι, προσκυνοῦσιν αὐτὸν, καὶ συντάττονται, εἰ μὲν ἐν τῷ μικρῷ κάθηται κονσιστωρίῳ, ἐμπρὸς τῶν πορφυρῶν βάθρων ἐν τῷ θερινῷ κονσιστωρίῳ· εἰ δὲ ἐν τῷ μεγάλῳ κονσιστωρίῳ κάθηται, ἄνω πρὸ τῆς θύρας τῶν δευτέρων, καὶ κατέρχονται, καὶ μίσας ποιοῦσι. τὰ δὲ γράμματα τοῦ βασιλέως λαμβάνει ὁ μάγιστρος, καὶ ἔρχονται καὶ συντάττονται αὐτῷ, καὶ δίδωσιν αὐτά.
ΚΕΦ. πθʹ. Ὅσα δεῖ παραφυλάττειν, πρεσβευτοῦ μεγάλου ἐρχομένου Περσῶν.
∆εῖ, μηνυομένου μεγάλου πρεσβευτοῦ, τὸν μάγιστρον πέμψαι εἰς τὰ μεθόρια ἕνα ἄρχοντα ἰλλούστριον ἢ σιλεντιάριον ἢ τριβοῦνον ἢ καὶ ἕνα τῶν ἐπισήμων, ἢ μαγιστριανῶν, ἢ ὃν ἂν συνίδῃ πρὸς τιμὴν τοῦ ἐρχομένου προσώπου πέμψῃ, ἵνα δέξηται καὶ διασώσει αὐτόν. ὁ δὲ πεμπόμενος εἰσέρχε 399 ται εἰς τὸ Νησίβιος, καὶ ἀσπάζεται αὐτὸν, καὶ ἐὰν ἔχει γράμματα τοῦ βασιλέως, ἀποδίδωσιν· (εἰ δὲ μὴ, τοῦ μαγίστρου) προτρέποντα αὐτόν. ἴσως δὲ οὐδὲ ὁ μάγιστρος γράφει, ἀλλ' ἐκ μανδάτων μόνον ἡ προτροπὴ γίνεται, ἐφ' ᾧ αὐτὸν ἐλθεῖν μετὰ εὐθυμίας καὶ θεραπείας· καὶ ἐξέρχεται σὺν αὐτῷ. δεῖ δὲ τοὺς ἄρχοντας τοῦ ∆άρας ἀπαντῆσαι αὐτῷ μετὰ τῶν στρατιωτῶν ἐν τοῖς μεθορίοις καὶ δέξασθαι τὸν πρεσβευτὴν καὶ τοὺς ἀνθρώπους αὐτοῦ. καὶ εἰ μέν ἐστίν τι ὀφεῖλον λαληθῆναι ἐν τοῖς μεθορίοις, λαλεῖται, τοῦ ἄρχοντος τοῦ Νησίβιος μέχρι τῶν μεθορίων μετὰ πλήθους Περσῶν συνερχομένου αὐτοῦ. εἰ δὲ μὴ λαλεῖταί τί ποτε, καὶ οὕτως δεῖ πάντως συνελθεῖν αὐτὸν μετὰ πλήθους, καὶ τῶν Ῥωμαίων αὐτὸν παραλαμβανόντων καὶ τοὺς συνόντας αὐτῷ, δεῖ τοὺς λοιποὺς ἀπομεῖναι τῶν Περσῶν ἐν τοῖς Περσικοῖς τόποις, καὶ αὐτὸν μόνον μετὰ τῶν συνόντων εἰσελθεῖν εἰς τὸ ∆άρας καὶ θεραπευθῆναι. προσήκει δὲ τοὺς ἄρχοντας τοῦ ∆άρας πολλὴν ἀγρυπνίαν καὶ πρόνοιαν ποιεῖσθαι, ὥστε μὴ προφάσει τοῦ πρεσβευτοῦ πλῆθος Περσῶν συνεισελθεῖν, κατὰ μέρος ἐπακολουθῆσαι, καὶ δόλῳ κρατῆσαι τὴν πόλιν. ἀλλὰ τούτου τοῦ μέρους πολλὴν πρόνοιαν οἱ ἄρ 400 χοντες ὤφελον ποιεῖσθαι, καὶ ἐκ τοῦ ἀσυμφανοῦς ἐγρηγορέναι, καὶ φυλάττειν τὸ σχῆμα τοῦτο. οἱ δουκικοὶ δὲ κατὰ τὸ εἰωθὸς τὸ δαπάνημα τῆς ὁδοῦ μέχρι τῶν ἐνταῦθα ἡμερῶν ργʹ ἐπιδιδόασιν. τοσαῦται γὰρ ἐξ ἀρχῆς ὁρίσθησαν ἀρκεῖν τῷ πρεσβευτῇ ἀνιόντι, καὶ τοσαῦται ἀπιόντι. ἔστιν δὲ ὅτε βραδύνῃ ἐν τῇ ὁδῷ, καὶ κελεύει ὁ βασιλεὺς, καὶ προσθήκη αὐτῷ γίνεται. ἡ δὲ γνῶσις τῶν ἐπιδεδομένων αὐτῷ σώζεται ἐν τῷ σκρινίῳ τῶν βαρβάρων. καὶ βέρεδα δὲ κατὰ τὰ πάκτα ἐπὶ Κωνσταντίνου ἐπάρχου πραιτωρίων γενομένου ἀπενεμήθη αὐτῷ πέντε, καὶ ζῶα λʹ. ὁ δὲ βασιλεὺς, ἐὰν θέλῃ θεραπεῦσαι αὐτὸν, πολὺ πλέον αὐτῷ ἐπιδοθῆναι κελεύει. εἰ δὲ θέλει καὶ τιμῆσαι αὐτὸν, χρὴ πέμψαι καὶ δέξασθαι αὐτὸν διά τινος τῶν εὐυπολήμπτων ἐπὶ Γαλατίαν καὶ Καππαδοκίαν καὶ θρέψαι· ὁμοίως δὲ πέμψαι καὶ εἰς Νίκαιαν καὶ θρέψαι καὶ θεραπεῦσαι. δεῖ δὲ καὶ τὸν μάγιστρον, ἐρχομένου αὐτοῦ περὶ Ἀντιόχειαν, πέμψαι μαγιστριανὸν ὀφείλοντα ἀπαντῆσαι καὶ ἀσπάσασθαι αὐτὸν, καὶ μαθεῖν, πῶς διασώζεται. εἰ δὲ θέλει ὁ βασιλεὺς, καὶ ἅπαξ καὶ δεύτερον τοῦτο ποιεῖ, καὶ γράφει καὶ ἀσπάζεται, καὶ ἐρωτᾷ αὐτὸν, πῶς διασώζεται. χρὴ δὲ αὐτῷ καὶ ζῶα εὐτρεπισθῆναι ἐν Ἑλενοπόλει καὶ δρόμονας, ἵνα, εἴτε βούλεται, 401 πεζῇ ἀπέλθῃ ἐπὶ