De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
σοῖς, ὦ οὗτος, ῥήμασι· φέρε δή, φέρε, παροισ θέντων εἰς μέσον τῶν ἀκριβῶς καὶ ἐξητασμένως διωρισμένων ἐν τῇ ἁγίᾳ τε καὶ πανευφήμῳ συνόδῳ, τῇ συνειλεγμένῃ κατὰ καιροὺς ἐν πόλει τῇ Νικαέων, καταθρήσωμεν, εἰ δοκεῖ, τί τοῖς ἑλομένοις ἑτεροδοξεῖν οὐκ ἀδιαβλήτως ἔχειν δοκεῖ. Τὴν γὰρ ἄριστά τε καὶ μετὰ Θεοῦ διωρισμένην τε καὶ ἐκτεθεῖσαν πίστιν παρὰ τῆς ἁγίας καὶ μεγάλης ἐκείνης συνόδου κρηπῖδα καὶ ὑποβάθραν ἀκατάσειστόν τε καὶ ἐρηρεισμένην τῶν ἡμετέρων ψυχῶν εἴ γέ τῳ φάναι σκοπός, δοκιμώτατα μὲν ἐρεῖ, καὶ ἐπαίνων τεύξεται τῶν παρὰ Χριστῷ, πιστότατος δὲ καὶ ἀληθινὸς ἀναλάμψει προσ κυνητής. Ἐπ' αὐτῆς δὲ ἡμῖν ἀναγεγράφθω λέξεως τὸ θεῖον καὶ ἱερώτατον τῆς ἁγίας ἐκείνης συνόδου χρησμῴδημα, τουτέστι τὸ ἀπεξεσμένον καὶ τετορευμένον ταῖς εἰς πᾶν ὁτιοῦν ἀληθὲς ἐννοίαις τῆς πίστεως Σύμβολον, ὡς ἂν τοῖς ἐθέλουσι φιλοψογεῖν τῆς καθ' ἡμῶν γλωσσαλγίας μηδεὶς τὸ παράπαν εἰσδεχθείη λόγος, ὡς ὀθνείοις τισὶν ἐπιπηδώντων δόγμασι καὶ παρέντων μὲν ἰέναι τὴν βασιλικὴν <ὁδόν>, ἐπὶ θάτερα δὲ παρεκτετραμμένων, κατὰ τὸ μόνῳ καὶ ἰδίᾳ δοκοῦν. Τουτὶ γὰρ δὴ καὶ αὐτὸς ἐγὼ λογισαίμην ἂν οὐκ εὐμεταχείριστον ἀληθῶς ἀρρώστημα νοῦ. "Σοφία γὰρ ἀνεξέλεγκτος πλανᾶται," κατὰ τὸ γεγραμμένον. Ἔχει δὲ οὕτως ἡμῖν ἡ τῆς πίστεως ἔκθεσις· Πιστεύομεν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς Μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι' ἡμᾶς τοὺς 390 ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, παθόντα, καὶ ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας· Ἦν ποτε ὅτε οὐκ ἦν, ἤ· Οὐκ ἦν πρὶν γεννηθῇ, ἤ· Ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστόν, ἢ τρεπτόν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τοὺς τοιούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. {Β.} Βαβαὶ τῆς ἀκράτου νήψεως καὶ εἰς λῆξιν ἡκούσης τὴν ἀνωτάτω. Βοανεργές, τουτέστιν υἱὸς βροντῆς, ἕκαστος, οἶμαί που, διακεκλήσεται τῶν ταῦτα τεθεσπικότων. Ἐξαίσιον γάρ τι καὶ ὑπερφυὲς ἐφθέγξαντο. {Α.} Ἄριστα δὴ οὖν μοι διεσκέφθαι τε οὕτω καὶ δράσαι δοκῶ. Τὸ γάρ τοι μὴ δεῖν ἕτερα ἄττα παρὰ ταῦτα φρονεῖν, ἤγουν ἐπὶ γλώττης ἔχειν, ἕπεσθαι δὲ μᾶλλον κρίσει τε καὶ λόγοις τοῖς διὰ τοῦ Πνεύματος εὑρημένοις τιμησαίμην ἄν, εὖ ἴσθι τοι, τοῦ παντὸς λόγου. {Β.} Ὀρθῶς ἔφης· ἀλλ' οὐκ ἂν ἀναπείσαις ταῦτά σοι φρονεῖν ἑλέσθαι τοὺς διεναντίας. Μόσχοι γὰρ ὥσπερ ἀτιμα γέλαι καὶ ἀγέρωχοί τινες, ἵενται μὲν εὐτόνως ἐπὶ τὸ σφίσιν αὐτοῖς δοκοῦν, τὴν ἀρίστην δὲ ὥσπερ καὶ παγκάλην ἀληθῶς παρεκθέοντες νομὴν ἐπ' ἀκάνθας σπεύδουσι καὶ τριβόλους, ἀσυνέτων τινῶν ψευδοδιδασκάλων καταφερβόμενοι λόγοις, οἷς τάχα που καὶ ὁ τῆς Σοφίας αὐτῆς ἐπεδάκρυσε λόγος. Ἔφη γάρ· "Ὦ οἱ ἐγκαταλιπόντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους, οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ, ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν." {Α.} Εὖ λέγεις. Πρέποι δ' ἂν καὶ μάλα κατοιμώζειν αὐτοὺς ὁμοῦ τῷ προφήτῃ λέγοντας Ἱερεμίᾳ· "Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός;" Ὁ γάρ, παρὸν ἑλέσθαι τῆς ἀληθείας τὴν γνῶσιν, ἀσυνέτως ἐκνενευκὼς εἰς ἀπάτην καὶ παραφθορὰν καὶ εἰς βεβήλους ψευδοδοξίας, πῶς οὐκ ἂν εἴη λοιπὸν καταθρηνεῖσθαι πρέπων; "Καὶ ἐξ ἡμῶν μὲν ἐξῆλθον," ὥς γέ τις τῶν ἁγίων τοῦ Σωτῆρος ἐπέστειλε μαθητῶν, "πλὴν οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ' ἡμῶν." Κατὰ τί δὲ ἄρα καὶ ἐπιτιμᾶν ἐγνώκασι τῇ οὕτως ὀρθῇ καὶ ἀκριβεστάτῃ καὶ οὐδαμόθεν ἐχούσῃ τὸ εὐθύνεσθαι πίστει, 391