βευθέντα. Φ»σει δὲ πάντως Ἀπολλοφάνης οὐκ εἶναι ταῦτα ἀληθῆ. Μάλιστα μὲν οὖν τοῦτο ταῖς Περσῶν ἱερατικαῖς ἐμφέρεται φήμαις, καὶ εἰσέτι μάγοι τὰ μνημόσυνα τοῦ τριπλασίου Μίθρου τελοῦσιν. Ἀλλ' ἐξέστω αὐτῷ τούτοις διὰ τὴν ἄγνοιαν ἢ τὴν ἀπειρίαν ἀπιστεῖν. Eἰπὲ δὲ αὐτῷ· Τί λέγεις περὶ τῆς ἐν τῷ σωτηρίῳ σταυρῷ γεγονυίας ἐκλείψεως; Ἀμφοτέρω γὰρ τότε κατὰ Ἡλιούπολιν ἅμα παρόντε καὶ συνεστῶτε παραδόξως τῷ ἡλίῳ τὴν σελήνην ἐμπίπτουσαν ἑωρῶμεν-οὐ γὰρ ἦν συνόδου καιρός-· αὖθίς τε αὐτὴν ἀπὸ τῆς ἐνάτης ὥρας ἄχρι τῆς ἑσπέρας εἰς τὸ τοῦ ἡλίου διάμετρον ὑπερφυῶς ἀντικαταστᾶσαν. Ἀνάμνησον δέ τι καὶ ἕτερον αὐ τόν· οἶδε γάρ, ὅτι καὶ τὴν ἔμπτωσιν αὐτὴν ἐξ ἀνατολῶν ἑωράκαμεν ἀρξαμένην καὶ μέχρι τοῦ ἡλιακοῦ πέρατος ἐλθοῦσαν, εἶτα ἀναποδίσασαν καὶ αὖθις οὐκ ἐκ τοῦ αὐτοῦ καὶ τὴν ἔμπτωσιν καὶ τὴν ἀνακάθαρσιν, ἀλλ' ἐκ τοῦ κατὰ διάμετρον ἐναντίου γεγενημένην. Τοσαῦτά ἐστι τοῦ τότε καιροῦ τὰ ὑπερφυῆ καὶ μόνῳ Χριστῷ τῷ παναιτίῳ δυνατά, τῷ ποιοῦντι «μεγάλα καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός». Ταῦτα, εἴ σοι θεμιτόν, εἰπέ, καὶ δυνατόν, Ἀπολλόφανες, ἐξέλεγχε καὶ πρὸς ἐμὲ τὸν τότε καὶ συμπαρόντα σοι καὶ συνεωρακότα καὶ συν ανακρίναντα πάντα καὶ συναγάμενον. Ἀμέλει καὶ μαντείας τότε, οὐκ οἶδ' ὅθεν, ὁ Ἀπολλοφάνης ἀπάρχεται καὶ πρὸς ἐμὲ ὥσπερ τὰ γιγνόμενα συμβάλλων ἔφη· Ταῦτα, ὦ καλὲ ∆ιονύσιε, θείων ἀμοιβαὶ πραγμάτων. Τοσαῦτα ὡς κατ' ἐπιστολὴν ἡμῖν εἰρήσθω. Σὺ δὲ ἱκανὸς καὶ τὰ ἐλλείποντα προσαναπληρῶσαι καὶ προσαγαγεῖν τελέως τῷ θεῷ τὸν ἄνδρα σοφὸν τὰ πολλὰ ὄντα καὶ ἴσως οὐκ ἀπαξιώσοντα πραέως μαθεῖν τὴν ὑπέρσοφον τῆς θρησκείας ἡμῶν ἀλήθειαν.
∆HΜOΦIΛΩι ΘEΡAΠEΥΤHι
Aἱ τῶν Ἑβραίων ἱστορίαι φασίν, ὦ γενναῖε ∆ημόφιλε, καὶ τὸν ἱερὸν ἐκεῖνον Μωσέα διὰ πολλὴν πραότητα τῆς θεοφανείας ἠξιωμένον. Καὶ εἴ ποτε αὐτὸν ἔξω τῆς θείας ὄψεως ἀναγράφουσιν, οὐ πρὸ τῆς πραότητος ἐκβάλλουσι τοῦ θεοῦ. Λέγουσι δέ, ὅτι λίαν ἀπαυθαδιαζομένῳ καὶ ἀντιτείνοντι ταῖς θείαις βουλαῖς ὠργίσθη θυμῷ κύριος. Ὅταν δὲ αὐτὸν ἀνακήρυκτον ποιῶσι ταῖς θεοκρίτοις ἀξίαις, ἐκ τῆς προὐχούσης τ' ἀγαθοῦ θεομιμησίας ἀνακηρύττεται. Καὶ γὰρ ἦν πρᾶος σφόδρα, καὶ ὑπὲρ τούτου λέγεται θεράπων θεοῦ καὶ εἰς θεοπτίαν ἁπάντων προφητῶν ἀξιώτερος. Ἀλλὰ καὶ ὅτε πρὸς αὐτὸν καὶ τὸν Ἀαρὼν ἰταμοί τινες ὑπὲρ ἀρχιερωσύνης καὶ ἐθναρχίας ἐφιλονείκουν, ὑπερεῖχε μὲν ἁπάσης φιλοτιμίας καὶ φιλαρχίας καὶ παρεχώ ρει τῷ θεοκρίτῳ τὴν τοῦ λαοῦ προστασίαν. Ἐπεὶ δὲ καὶ ἐπισυνέστησαν αὐτῷ καὶ περὶ τῶν προτέρων ὀνειδίζοντες ἠπείλουν καὶ ἤδη σχεδὸν ἐπῄεσαν, ἐπεβοᾶτο μὲν ὁ πρᾶος τὸν ἀγαθὸν εἰς σωτηρίαν, ἐπαῤῥησιάζετο δὲ λίαν ἐπιεικῶς, ὅτι πάντων εἴη κακῶν τοῖς ἀρχομένοις ἀναίτιος· ᾔδει γάρ, ὅτι χρὴ τὸν ὁμιλοῦντα θεῷ τἀγαθῷ πρὸς τὸ ὅτι μάλιστα ὁμοιό τατον, ὡς ἐφικτόν, ἀποτετυπῶσθαι καὶ ἑαυτῷ συνειδέναι τὰς ἀγαθοφιλεῖς ἐργατείας. Τί δὲ τὸν θεοπάτορα ∆αυὶδ ἐποίει θεοφιλῆ; Καὶ γὰρ ἀγαθὸν ὄντα, καὶ περὶ ἐχθροὺς ἀγαθόν· «Eὕρηκα» φησίν, ὁ ὑπεράγαθος ὁ φιλάγαθος,