4
ὑποδεξόμεθα ἐν ταῖς χερσὶν ἡμῶν. Οὕτως ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν ἐκτενῶς προσευξώμεθα, καὶ τῷ Χριστῷ εἴπωμεν· Αὐτὸς ὁ μόνος ὁ τότε καὶ νῦν ἀγαθὸς Θεὸς, καὶ φιλάνθρωπος ∆εσπότης, ὁ διὰ τοῦ Πάσχα τὸν Ἰσραὴλ ἐκ δουλείας Αἰγύπτου ῥυσάμενος καὶ διὰ τοῦ αἵματος τοῦ ἀμνοῦ ἐλευθερίαν αὐτῷ χαρισάμενος, αὐτὸς καὶ νῦν διὰ τοῦ ἀχράντου σου σώματος, καὶ τοῦ τιμίου αἵματος, τῆς πικρᾶς δουλείας ἐλευθερίαν τῷ κόσμῳ σου δώρησαι. Ὁ προσδεξάμενος τῆς ἁμαρτωλοῦ πόρνης τὸν κλαυθμὸν, πρόσδεξαι σήμερον καὶ τὴν σὴν Ἐκκλησίαν καὶ αἰχμαλωσίας τὸν στεναγμόν· ὁ προσδεξάμενος τοῦ λῃστοῦ τοῦ πιστοῦ τὴν παράκλησιν, πρόσδεξαι τοῦ λαοῦ σου τοῦ πιστοῦ τὴν δέησιν· ὁ προσδεξάμενος τοῦ Πέτρου τὴν μετάνοιαν, καὶ τὸν στεναγμὸν, πρόσδεξαι καὶ ἡμῶν τὸν κλαυθμὸν τῶν πτωχῶν· ὁ μὴ ἀποστρέψας Χαναναίας τὰ δάκρυα, δέξαι καὶ μικρὰν Ἐκκλησίαν ὑπὲρ μεγάλης αἰχμαλωσίας πρεσβεύουσαν, καὶ πρὸς σὲ τὸν Θεὸν σήμερον βοῶσαν καὶ λέγουσαν· Ὁ Θεὸς, ὁ τριήμερος ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἐκ τῶν ἐχθρῶν τὸν πιστόν σου λαόν· ὁ τὸν Ἀδὰμ ἐγείρας ἐκ τῶν θνητῶν, ἔγειρον τὸ κέρας τῶν Χριστιανῶν· αὐτὸς ὁ τότε καὶ νῦν Θεὸς, ὁ τὴν μορφὴν τοῦ δούλου ἀναλαβὼν, λύτρωσαι ἐκ δουλείας τὸν ταπεινόν σου λαόν· ὁ νήπιος γενέσθαι καταξιώσας ὑπὲρ ἡμῶν, σῶσον μαχαίρας τὸ πλῆθος τῶν νηπίων ἡμῶν. Αὐτὸς ὁ τότε Θεὸς, ὁ μετὰ μητρὸς ἐν Αἰγύπτῳ ξενιτεύσας, ἀνακάλεσαι τῆς μακρᾶς ξενιτείας τὰς μητέρας καὶ τὰ τέκνα· ὁ πραθεὶς ὑπὲρ πολλῶν ἑκουσίως, παῦσον τὴν πράσιν τοῦ λαοῦ τῶν Ἐκκλησιῶν· ὁ δι' ἡμᾶς ἐν τῷ νώτῳ δεξάμενος τὰς τοῦ Πιλάτου μάστιγας, καὶ ἀπειλὰς, αὐτὸς ὁ κοπιάσας δι' ἡμᾶς ἐκ τῆς ὁδοιπορίας, παῦσον τοῦ λαοῦ σου τοὺς κόπους καὶ ταλαιπωρίας· ὁ ἐν σταυρῷ βοήσας· ∆ιψῶ, δρόσισον ψυχὰς δεινῶς διψώσας καὶ πεινώσας· ὁ μετὰ ἀνόμων ὑπὸ ἀνόμων κατακριθεὶς, ῥῦσαι καὶ ἡμᾶς ἐκ τῆς τῶν ἀνόμων βουλῆς· ὁ γυμνωθεὶς ὡς κακοῦργος ὑπὸ ἀνόμων, αὐτὸς ἐκεῖνος, ∆έσποτα, ὑπὸ παρανόμων δεσμευθεὶς, λῦσον τοὺς ἐν δεσμοῖς πεπεδημένους· ὁ τὴν ἄχραντόν σου μητέρα παρακαλέσας ἀπὸ τοῦ σταυροῦ ὀδυρμοῦ, καὶ τοῦ κλαυθμοῦ· αὐτὸς ὁ τότε βοήσας ταῖς μυροφόροις τὸ, Χαίρετε, αὐτὸς καὶ νῦν βόησον ταῖς Ἐκκλησίαις σου, Χαίρετε· αὐτὸς ὁ τοῖς ἥλοις τοῖς τιμίοις προσηλωθεὶς τὰς χεῖρας καὶ τοὺς πόδας, λῦσον σιδηροδέσμων λαῶν τὰς χεῖρας καὶ τοὺς πόδας. Ναὶ, ∆έσποτα φιλάνθρωπε, ὁ εἰπών· Περίλυπός ἐστιν ἡ ψυχή μου ἐκ θανάτου, ῥῦσαι τὸν λαόν σου τῆς λύπης καὶ τοῦ θανάτου· αὐτὸς ὁ τῇ ῥομφαίᾳ νυγεὶς τὴν πλευράν σου, σύντριψον τῶν ἐχθρῶν τὴν ῥομφαίαν τῇ χειρί σου τῇ κραταιᾷ, καὶ μνήσθητι, ∆έσποτα, ὡς 43.476 τοῦ λῃστοῦ σου τοῦ πιστοῦ καὶ τοῦ λαοῦ σου· ὁ χύσας τὸ ἄχραντον αἷμα ὑπὲρ ἡμῶν, παῦσον τὴν σύγχυσιν τῶν αἱμάτων ἡμῶν. Σῶσον τὸν λαόν σου, ∆έσποτα· φεῖσαι τῆς κληρονομίας σου. Ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, Κύριε; Ἵνα τί τοῖς ἐχθροῖς μακροθυμεῖς; Ἵνα τί ἀποστρέφεις τὸ πρόσωπόν σου ἀφ' ἡμῶν; Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος· μὴ παρίδῃς εἰς πλήρης. Μνήσθητι τοῦ σταυροῦ σου, μνήσθητι τοῦ λαοῦ σου, μνήσθητι τῶν οἰκτιρμῶν σου. Ὁ τεσσαράκοντα ἡμέρας ἑκουσίως δι' ἡμᾶς πειρασθεὶς, ∆έσποτα, μνήσθητι τῶν ἐν ἐρήμοις πειραζομένων λαῶν σου, τῶν ἐν ἀβάτοις καὶ ἀνύδροις· ἐκείνων μνήσθητι μεθ' ἡμῶν, καὶ πρὸ ἡμῶν, ἀγαθὲ φιλάνθρωπε. Ἐκείνους συμβοήθησον, ἐκείνους πρόφθασον· ἐκείνους λοιπὸν ἐπίσκεψαι· ἐκείνους τοὺς ὑπὲρ πάντας ἐλεεινοὺς, τοὺς παρὰ πάντας ὄντας ἐπὶ τῆς γῆς ταπεινούς· ἐκείνους τοὺς ἐν ἐρήμοις παρὰ ἀνθρώπων ἀπεγνωσμένους· οἵτινες μακρὰν ἐκ τῆς χειρός σου ἐδιώχθησαν· οἵτινες μεγάλως τῷ θυμῷ σου ἐπαιδεύθησαν· οἵτινες μεγάλως τῇ ὀργῇ σου ἠλέγχθησαν· οἵτινες πρὸ θανάτου ὡς νεκροὶ ἀπὸ ἀνθρώπων ἐπλήσθησαν· οἵτινες μετὰ θηρίων ἀγρίων οἰκεῖν κατεκρίθησαν· ὧν τὴν βίαν οὐδεὶς καθορᾷ, εἰ μὴ