4
λόγος, ὃν ἐνετείλατο Κύριος τῷ Ἱερεμίᾳ εἰπεῖν τῷ Σαραία υἱῷ Νηρίου, καὶ τῇ Ἰδουμαίᾳ, καὶ τοῖς υἱοῖς Ἀμμὼν, καὶ τῇ Κηδὰρ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ τῇ ∆αμασκῷ, καὶ τῇ Μωὰβ, καὶ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπὶ Ἰούδαν, καὶ εἰς οἶκον Ῥηχαβεὶμ, καὶ τῶν υἱῶν Ἰωναδὰβ, τοῖς τε Ἰου 22.1269 δαίοις, τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτου· καὶ τοῖς καθημένοις ἐν Μαγδάλῳ καὶ ἐπὶ Ταφνᾶς, καὶ ἐν γῇ Παθουρῆς. Πρός τε τὸν Βαροὺχ, ὅτε ἔγραψε τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ἱερεμίου. Περιέχει δὲ τὸ βιβλίον ἐπὶ τέλους, ὅτι οἱ Ἰουδαῖοι ἐπιβουλεύοντες τῷ προφήτῃ, ἔῤῥιψαν αὐτὸν εἰς λάκκον βορβόρου, καὶ Ἀβδεμέλεχ Αἰθίοψ ἀνήγαγεν αὐτόν. ∆ιὰ τί Βαροὺχ ἐπιγράφει τὸ βιβλίον; Ἐπειδὴ οὗτος γράψας ἀπὸ στόματος Ἱερεμίου τοὺς ἐν τῷ βιβλίῳ λόγους, ἀνέγνω τοῖς ἐν τῇ Βαβυλῶνι αἰχμαλωτισθεῖσι, παραμυθούμενος αὐτοὺς, καὶ ἐπαγγελλόμενος αὐτοῖς τὴν παρὰ Θεοῦ ἐλπίδα. ∆ιὰ τί Θρῆνοι ἐπιγράφει τὸ βίβλιον; Ἐπειδὴ τοὺς λόγους τούτους ἐθρήνησεν Ἱερεμίας περὶ τῆς Ἱερουσαλὴμ, ὅτε ἑάλω, καὶ αἰχμαλωτίσθη ὁ λαός. ∆ιὰ τί Ἐπιστολὴ Ἱερεμίου καλεῖται; Ἐπειδὴ ταύτην ἔγραψεν Ἱερεμίας τοῖς ἐν τῇ αἰχμαλωσίᾳ, κατὰ τῶν εἰδώλων ἀσφαλιζόμενος αὐτοὺς, ἵνα μὴ, βλέποντες αὐτὰ, συναπαχθῶσι τοῖς σεβομένοις αὐτά.
ἸΕΣΕΚΙΗΛ ΥΙΟΣ ΒΟΥΖΙ ΙΕΡΕΩΣ.
Οὗτος ἐν τῇ αἰχμαλωσίᾳ γέγονε μετὰ Ἱερεμίαν καὶ τῷ πέμπτῳ ἔτει τῆς
αἰχμαλωσίας Ἰωακεὶμ ἤρξατο προφητεύειν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτόν· καὶ ὅρασιν μὲν ἐξαρχῆς ζώου τετραπροσώπου θαυμαστὴν καὶ ἐκπληκτικωτάτην καὶ δυσερμήνευτον ὁρᾷ. Προφητεύει δὲ ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, καὶ περὶ τοῦ ξύλου τῆς ἀμπέλου, καὶ διήγημα περὶ τοῦ ἀετοῦ, καὶ διαμαρτύρεται τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας, καὶ τὰς ἁμαρτίας αὐτῆς· περί τε τῆς παραβολῆς, ἧς ἔλεγον, οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐμωδίασαν. Καὶ τοῖς υἱοῖς Ἀμμὼν, καὶ περὶ τῆς Ὀολᾶς, καὶ τῆς Ὀλιβᾶς. Καὶ ἐπὶ Σοὺρ θρῆνον, καὶ ἐπὶ Σιδῶνα, καὶ περὶ ἡμέρας Κυρίου, καὶ τῷ Φαραὼ βασιλεῖ Αἰγύπτου, καὶ θρῆνον ἐπὶ Φαραὼ, καὶ τὴν Αἴγυπτον, καὶ ἐπὶ ὄρος Σηεὶρ, καὶ περὶ τῶν ὀστέων τῶν ἀναζησάντων, καὶ ἐπὶ Γὼγ, καὶ τὴν γῆν τοῦ Μαγώγ· τῷ τε ἄρχοντι Τύρου καὶ θρῆνον κατ' αὐτοῦ, καὶ τοῖς υἱοῖς τοῦ λαοῦ αὐτοῦ, καὶ ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ· καὶ τὸ τελευταῖον τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ τῆς Ἱερουσαλὴμ διαγράφων προφητεύει. ∆ιὰ τί ∆ανιὴλ καλεῖται; Ἐπειδὴ καὶ αὐτὸς ἐν τῇ αἰχμαλωσίᾳ γεγονὼς, ἕως τοῦ βασιλέως Κύρου τοῦ Πέρσου, τὰ μὲν κατὰ Σουσάνναν κρίνει αὐτὸς, καὶ κατακρίνει τοὺς πρεσβυτέρους ὡς συκοφάντας· τὰ δὲ τοῦ βασιλέως ἐνύπνια αὐτὸς ἀπαγγέλλει τε καὶ ἑρμηνεύει· βλέπει δὲ καὶ ὁράσεις τελείας· περὶ μὲν τῶν βασιλειῶν δύο, περὶ δὲ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ καταπαύσεως τῆς Ἱερουσαλὴμ, καὶ τῆς Ἀντιχρίστου παρουσίας δύο. ∆ιηγεῖται δὲ περὶ μαρτυρίου Σεδρὰχ, Μησὰχ, Ἀβδεναγὼ, καὶ τῶν ὕμνων αὐτῶν· καὶ ὅτι αὐτοὶ μὲν διεσώθησαν, οἱ δὲ ὑποκαίοντες κατεφλέχθησαν, καὶ μετέγνω βασιλεύς· καὶ ὅτι αὐτὸς διεβλήθη εἰς τὸν λάκκον τῶν λεόντων· τὸ μὲν πρῶτον, ἐπειδὴ τῶν Βαβυλωνίων προσευχομένων ∆αρείῳ τῷ βασιλεῖ, μό 22.1272 νος αὐτὸς Θεῷ προσηύχετο· τὸ δὲ δεύτερον διότι τὸν Βὴλ κατέστρεψε· καὶ τὸν δράκοντα ἀνεῖλεν ἐπὶ Κύρου τοῦ βασιλέως, καὶ αὐτὸς μὲν διεσώθη. Καὶ αὐτὸς ἀπὸ τῶν λεόντων ἀνῆλθεν ἐκ τοῦ λάκκου. Οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ ἐβλήθησαν εἰς λάκκον, καὶ εὐθὺς κατεβρώθησαν ὑπ' αὐτῶν.